Kitap 4
1
Ἀλλὰ ὕδωρ μέν σε γενέσθαι, ὦ Πρωτεῦ, οὐκ ἀπίθανον, ἐνάλιόν γε ὄντα, καὶ δένδρον, ἔτι φορητόν, καὶ εἰς λέοντα δὲ εἰ ἀλλαγείης, ὅμως οὐδὲ τοῦτο ἔξω πίστεως· εἰ δὲ καὶ πῦρ γίγνεσθαι δυνατὸν ἐν τῇ θαλάσσῃ οἰκοῦντά σε, τοῦτο πάνυ θαυμάζω καὶ ἀπιστῶ.
1
Μὴ θαυμάσῃς, ὦ Μενέλαε· γίγνομαι γάρ.
1
Εἶδον καὶ αὐτός· ἀλλά μοι δοκεῖς—εἰρήσεται γὰρ πρὸς σέ—γοητείαν τινὰ προσάγειν τῷ πράγματι καὶ τοὺς ὀφθαλμοὺς ἐξαπατᾶν τῶν ὁρώντων αὐτὸς οὐδὲν τοιοῦτο γιγνόμενος.
2
Καὶ τίς ἂν ἡ ἀπάτη ἐπὶ τῶν οὕτως ἐναργῶν γένοιτο; οὐκ ἀνεῳγμένοις τοῖς ὀφθαλμοῖς εἶδες, εἰς ὅσα μετεποίησα ἐμαυτόν; εἰ δὲ ἀπιστεῖς καὶ τὸ πρᾶγμά σοι ψευδὲς εἶναι δοκεῖ, καὶ φαντασία τις πρὸ τῶν ὀφθαλμῶν ἱσταμένη, ἐπειδὰν πῦρ γένωμαι, προσένεγκέ μοι, ὦ γενναῖε, τὴν χεῖρα· εἴσῃ γάρ, εἰ ὁρῶμαι μόνον ἢ καὶ τὸ κάειν τότε μοι πρόσεστιν.
2
Οὐκ ἀσφαλὴς ἡ πεῖρα, ὦ Πρωτεῦ.
2
Σὺ δέ μοι, ὦ Μενέλαε, δοκεῖς οὐδὲ πολύποδα πολύποδα γ: πολύπουν β bis. ἑωρακέναι πώποτε οὐδὲ ἃ πάσχει ὁ ἰχθῦς οὗτος εἰδέναι.
2
Ἀλλὰ τὸν μὲν πολύποδα εἶδον, ἃ δὲ πάσχει, ἡδέως ἂν μάθοιμι παρὰ σοῦ.
3
Ὁποίᾳ ἂν πέτρᾳ προσελθὼν ἁρμόσῃ τὰς κοτύλας κοτύλας γ: σκυτάλας β. καὶ προσφὺς ἔχηται κατὰ τὰς πλεκτάνας, ἐκείνῃ ὅμοιον ἐργάζεται ἑαυτὸν καὶ μεταβάλλει τὴν χροίαν μιμούμενος τὴν πέτραν, ὡς λανθάνειν λανθάνειν γ: ἂν λάθοι β. τοὺς ἁλιέας μὴ διαλλάττων μηδὲ ἐπίσημος ἐπίσημος γ: φανερὸς β. ὢν διὰ τοῦτο, ἀλλὰ ἐοικὼς τῷ λίθῳ.
3
Φασὶ ταῦτα· τὸ δὲ σὸν πολλῷ παραδοξότερον, ὦ Πρωτεῦ.
3
Οὐκ οἶδα, ὦ Μενέλαε, ᾥτινι ἂν ἄλλῳ πιστεύσειας τοῖς σεαυτοῦ ὀφθαλμοῖς ἀπιστῶν.
3
Εἶδον· ἀλλὰ τὸ πρᾶγμα τεράστιον, ὁ αὐτὸς πῦρ καὶ ὕδωρ.