Thesauros Edebiyat satire Θεῶν Διάλογοι

Θεῶν Διάλογοι

Θεῶν Διάλογοι Lucian of Samosata

Kitap 15

1 τὸ δὲ καὶ χωλὸν αὐτὸν ὄντα καὶ χαλκέα τὴν τέχνην, ὦ Ἄπολλον, τὰς καλλίστας γεγαμηκέναι, τήν τε Ἀφροδίτην καὶ τὴν Χάριν.
1 Εὐποτμία τις, ὦ Ἑρμῆ· πλὴν ἐκεῖνό γε θαυμάζω, τὸ ἀνέχεσθαι συνούσας αὐτῷ, καὶ μάλιστα ὅταν ὁρῶσιν ἱδρῶτι ῥεόμενον, ἐς τὴν κάμινον ἐπικεκυφότα, πολὺν αἴθαλον ἐπὶ τοῦ προσώπου ἔχοντα· καὶ ὅμως τοιοῦτον ὄντα περιβάλλουσί τε αὐτὸν καὶ φιλοῦσι καὶ ξυγκαθεύδουσι.
1 τοῦτο καὶ αὐτὸς ἀγανακτῶ καὶ τῷ Ἡφαίστῳ φθονῶ· σὺ δὲ κόμα, ὦ Ἄπολλον, καὶ κιθάριζε καὶ μέγα ἐπὶ τῷ κάλλει φρόνει, κἀγὼ ἐπὶ τῇ εὐεξίᾳ καὶ τῇ λύρᾳ· εἶτα, ἐπειδὰν κοιμᾶσθαι δέῃ, μόνοι καθευδήσομεν.
2 ἐγὼ μὲν καὶ ἄλλως ἀναφρόδιτός εἰμι ἐς τὰ ἐρωτικά· δύο γοῦν, οὓς μάλιστα ἠγάπησα, τὴν Δάφνην καὶ τὸν Ὑάκινθον, ἡ μὲν Δάφνη οὕτως ἐμίσησέ με, ὥστε εἵλετο ξύλον γενέσθαι μᾶλλον ἢ ἐμοὶ ξυνεῖναι, τὸν Ὑάκινθον δὲ ὑπὸ τοῦ δίσκου ἀπώλεσα, καὶ νῦν ἀντʼ ἐκείνων στεφάνους ἔχω.
2 ἐγὼ δὲ ἤδη ποτὲ τὴν Ἀφροδίτην — ἀλλὰ οὐ χρὴ αὐχεῖν.
2 οἶδα, καὶ τὸν Ἑρμαφρόδιτον ἐκ σοῦ λέγεται τεκεῖν. πλὴν ἐκεῖνό μοι εἰπέ, εἴ τι οἶσθα, πῶς οὐ ζηλοτυπεῖ ἡ Ἀφροδίτη τὴν Χάριν ἢ ἡ Χάρις ταύτην;
3 ὅτι, ὦ Ἄπολλον, ἐκείνη μὲν αὐτῷ ἐν τῇ Λήμνῳ σύνεστιν, ἡ δὲ Ἀφροδίτη ἐν τῷ οὐρανῷ· ἄλλως τε περὶ τὸν Ἄρη ἔχει τὰ πολλὰ κἀκείνου ἐρᾷ, ὥστε ὀλίγον αὐτῇ τοῦ χαλκέως τούτου μέλει.
3 καὶ ταῦτα οἴει τὸν Ἥφαιστον εἰδέναι;
3 οἶδεν· ἀλλὰ τί ἂν δρᾶσαι δύναιτο γενναῖον ὁρῶν νεανίαν καὶ στρατιώτην αὐτόν; ὥστε τὴν ἡσυχίαν ἄγει· πλὴν ἀπειλεῖ γε δεσμά τινα ἐπιμηχανήσεσθαι αὐτοῖς καὶ συλλήψεσθαι σαγηνεύσας ἐπὶ τῆς εὐνῆς.
3 οὐκ οἶδα· εὐξαίμην δʼ ἂν αὐτὸς ὁ ξυλληφθησόμενος εἶναι.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi