Kitap 11
3
Εἰκότως· ἠπίστατο γὰρ μυσαχθησόμενόν σε τὰς λεύκας. ὅλη δὲ ἀπὸ τοῦ αὐχένος ἐς τὰ γόνατα παρδάλει ἔοικεν.
3
ἀλλὰ σὺ ἐδάκρυες τοιαύτῃ μὴ συνών; ἦ που τάχα καὶ ἐλύπει σε καὶ ὑπερεώρα;
3
Ναί, ὦ Τρύφαινα, καίτοι τοσαῦτα παρ' ἐμοῦ λαμβάνουσα. καὶ νῦν ἐπειδὴ χιλίας αἰτούσῃ οὐκ εἶχον διδόναι ῥᾳδίως ἅτε ὑπὸ πατρὶ φειδομένῳ τρεφόμενος, Μοσχίωνα ἐσδεξαμένη ἀπέκλεισέ με, ἀνθ' ὧν λυπῆσαι καὶ αὐτὸς ἐθέλων αὐτὴν σὲ παρείληφα
3
Μὰ τὴν Ἀφροδίτην οὐκ ἂν ἧκον, εἴ μοι προεῖπέ τις ὡς ἐπὶ τούτοις παραλαμβανοίμην, λυπῆσαι ἄλλην, καὶ ταῦτα Φιλημάτιον τὴν σορόν. ἀλλ’ ἄπειμι, καὶ γὰρ ἤδη τρίτον τοῦτο ᾖσεν ἁλεκτρυών.
4
Μὴ σύ γε οὕτως ταχέως, ὦ Τρύφαινα· εἰ γὰρ ἀληθῆ ἐστιν ἃ φῂς περὶ Φιληματίου, τὴν πηνήκην καὶ ὅτι βάπτεται καὶ τὸ τῶν ἄλλων ἀλφῶν, οὐδὲ προσβλέπειν ἂν ἔτι ἐδυνάμην αὐτῇ.
4
Ἐροῦ τὴν μητέρα, εἴ ποτε λέλουται μετ' αὐτῆς· περὶ γὰρ τῶν ἐτῶν κἂν ὁ πάππος διηγήσεταί διηγήσαιτό β. σοι, εἴ γε ζῇ ἔτι.
4
Οὐκοῦν ἐπεὶ τοιαύτη ἐκείνη, ἀφῃρήσθω μὲν ἤδη τὸ διατείχισμα, περιβάλλωμεν δὲ ἀλλήλους καὶ φιλῶμεν καὶ ἀληθῶς συνῶμεν· Φιλημάτιον δὲ πολλὰ χαιρέτω.