Kitap 12
2
ταῦτα οὖν τίνος ἕνεκα ποιεῖς; τί σε ἢ μέγα ἢ μικρὸν ἐγὼ ἠδίκησα ἢ λελύπηκα; τίνα ἕτερον εἶδον; οὐ πρὸς μόνον σὲ ζῶ; οὐ μέγα, ὦ Λυσία, τοῦτο ποιεῖς γύναιον ἄθλιον λυπῶν μεμηνὸς ἐπὶ σοί; ἔστι τις θεὸς ἡ Ἀδράστεια καὶ τὰ τοιαῦτα ὁρᾷ· σὺ δέ ποτε λυπήσῃ τάχα, ἂν ἀκούσῃς τι περὶ ἐμοῦ, κειμένην με ἤτοι βρόχῳ ἐμαυτὴν ἀποπνίξασαν ἢ ἐς τὸ φρέαρ ἐπὶ κεφαλὴν ἐμπεσοῦσαν, ἢ ἕνα γέ τινα τρόπον εὑρήσω θανάτου, ὡς μηκέτ' ἐνοχλοίην βλεπομένη. πομπεύσεις τότε ὡς μέγα καὶ λαμπρὸν ἔργον ἐργασάμενος. τί με ὑποβλέπεις καὶ πρίεις πρίῃ γ. τοὺς ὁδόντας; εἰ γάρ τι ἐγκαλεῖς, εἰπέ, Πυθιὰς ἡμῖν αὕτη δικασάτω. τί τοῦτο; οὐδὲ ἀποκρινάμενος ἀπέρχῃ καταλιπών με; ὁρᾷς, ὦ Πυθιάς, οἷα πάσχω ὑπὸ Λυσίου;
2
Ὢ τῆς ἀγριότητος, τὸ μηδὲ ἐπικλασθῆναι δακρυούσης· λίθος, οὐκ ἄνθρωπός ἐστι. πλὴν ἀλλ’ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, σύ, ὦ Ἰόεσσα, διέφθειρας αὐτὸν ὑπεραγαπῶσα καὶ τοῦτο ἐμφαίνουσα. ἐχρῆν δὲ μὴ πάνυ αὐτὸν ζηλοῦν· ὑπερόπται γὰρ αἰσθανόμενοι γίγνονται. παῦ', ὦ τάλαινα, δακρύουσα, καὶ ἤν μοι πείθῃ, ἅπαξ ἢ δὶς ἀπόκλεισον ἐλθόντα· ὄψει γὰρ ἀνακαιόμενον αὐτὸν πάνυ καὶ ἀντιμεμηνότα ἀληθῶς.
2
Ἀλλὰ μηδ’ εἴπῃς, ἄπαγε. ἀποκλείσω Λυσίαν; εἴθε μὴ αὐτὸς ἀποσταίη φθάσας.
2
Ἀλλ' ἐπανέρχεται αὖθις.
2
Ἀπολώλεκας ἡμᾶς, ὦ Πυθιάς· ἠκρόαταί σου ἴσως “ἀπόκλεισον” λεγούσης.
3
Οὐχὶ ταύτης ἕνεκεν, ὦ Πυθιάς, ἐπανελήλυθα, ἣν οὐδὲ προσβλέψαιμι προσβλέψαιμι ἂν β. ἔτι τοιαύτην οὖσαν, ἀλλὰ διὰ σέ, ὡς μὴ καταγιγνώσκῃς ἐμοῦ καὶ λέγῃς, Ἄτεγκτος ὁ Λυσίας ἐστίν.
3
Ἀμέλει καὶ ἔλεγον, ὦ Λυσία.
3
Φέρειν οὖν ἐθέλεις, ὦ Πυθιάς, Ἰόεσσαν ταύτην τὴν νῦν δακρύουσαν αὐτὸν ἐπιστάντα αὐτῇ ποτε μετὰ νεανίου καθευδούσῃ ἐμοῦ ἀποστάσῃ;
3
Λυσία, τὸ μὲν ὅλον ἑταίρα ἐστί. πῶς δ’ οὖν κατέλαβες αὐτοὺς συγκαθεύδοντας;