Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Kitap 13

3 ἐπεὶ δὲ συνέστημεν, ὁ βάρβαρος πρότερος τιτρώσκει με ὀλίγον ὅσον ἐπιψαύσας τῷ δόρατι μικρὸν ὑπὲρ τὸ γόνυ, ἐγὼ δὲ διελάσας τὴν ἀσπίδα τῇ σαρίσῃ παίω διαμπὰξ ἐς τὸ στέρνον. εἶτʼ ἐπιδραμὼν ἀπεδειροτόμησα τῇ σπάθῃ ῥᾳδίως καὶ τὰ ὅπλα ἔχων ἐπανῆλθον ἅμα καὶ τὴν κεφαλὴν ἐπὶ τῆς σαρίσης πεπηγυῖαν κομίσων λελουμένος τῷ φόνῳ.
4 ἄπαγε, ὦ Λεόντιχε, μιαρὰ ταῦτα καὶ φοβερὰ περὶ σαυτοῦ διηγῇ, καὶ οὐκ ἂν ἔτι σε οὐδὲ προσβλέψειέ τις οὕτω χαίροντα τῷ λύθρῳ, οὐχ ὅπως συμπίοι ἢ συγκοιμηθείη. ἔγωγε οὖν ἄπειμι.
4 διπλάσιον ἀπόλαβε τὸ μίσθωμα.
4 οὐκ ἂν ὑπομείναιμι ἀνδροφόνῳ συγκαθεύδειν.
4 μὴ δέδιθι, ὦ Ὑμνί· ἐν Παφλαγόσιν ἐκεῖνα πέπρακται, νῦν δὲ εἰρήνην ἄγω.
4 ἀλλʼ ἐναγὴς ἄνθρωπος εἶ, καὶ τὸ αἷμα κατέσταζέ σου ἀπὸ τῆς κεφαλῆς τοῦ βαρβάρου, ἣν ἔφερες ἐπὶ τῇ σαρίσῃ. εἶτʼ ἐγὼ τοιοῦτον ἄνδρα περιβαλῶ καὶ φιλήσω; μή, ὦ Χάριτες, γένοιτο· οὐδὲν γὰρ οὗτος ἀμείνων τοῦ δημίου.
4 καὶ μὴν εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα, ἠράσθης ἄν.
4 ἀκούουσα μόνον, ὦ Λεόντιχε, ναυτιῶ καὶ φρίττω καὶ τὰς σκιάς μοι δοκῶ ὁρᾶν καὶ τὰ εἴδωλα τῶν πεφονευμένων καὶ μάλιστα τοῦ ἀθλίου λοχαγοῦ ἐς δύο τὴν κεφαλὴν διῃρημένου. τί οἴει, τὸ ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ θεασαίμην καὶ κειμένους τοὺς νεκρούς; ἐκθανεῖν γάρ μοι δοκῶ, ἣ οὐδʼ ἀλεκτρυόνα πώποτε φονευόμενον εἶδον.
4 οὕτως ἀγεννής, ὦ Ὑμνί, καὶ μικρόψυχος εἶ; ἐγὼ δὲ ᾤμην ἡσθήσεσθαί σε ἀκούουσαν.
4 ἀλλὰ τέρπε τοῖς διηγήμασι τούτοις εἴ τινας Λημνιάδας ἢ Δαναΐδας εὕροις· ἐγὼ δʼ ἀποτρέχω παρὰ τὴν μητέρα, ἕως ἔτι ἡμέρα ἐστίν. ἕπου καὶ σύ, ὦ Γραμμί· σὺ δὲ ἔρρωσο, χιλιάρχων ἄριστε καὶ φονεῦ ὁπόσων ἂν ἐθέλῃς.
5 μεῖνον, ὦ Ὑμνί, μεῖνον — ἀπελήλυθε.
5 σὺ γάρ, ὦ Λεόντιχε, ἀφελῆ παιδίσκην κατεφόβησας ἐπισείων λόφους καὶ ἀπιθάνους ἀριστείας διεξιών· ἐγὼ δὲ ἑώρων εὐθὺς ὅπως χλωρὰ ἐγένετο ἔτι σου τὰ κατὰ τὸν λοχαγὸν ἐκεῖνα διηγουμένου καὶ συνέστειλε τὸ πρόσωπον καὶ ὑπέφριξεν, ἐπεὶ καὶ διακόψαι τὴν κεφαλὴν ἔφης.
5 ὤιμην ἐρασμιώτερος αὐτῇ φανεῖσθαι. ἀλλὰ καὶ σύ με προσαπολώλεκας, ὦ Χηνίδα, τὸ μονομάχιον ὑποβαλών.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi