Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Kitap 14

1 νῦν με ἀποκλείεις, ὦ Μυρτάλη, νῶν, ὅτε πένης ἐγενόμην διὰ σέ, ὅτε δέ σοι τὰ τοσαῦτα ἐκόμιζον, ἐρώμενος, ἀνήρ, δεσπότης, πάντʼ ἦν ἐγώ. ἐπεὶ δʼ ἐγὼ μὲν αὖος ἤδη ἀκριβῶς, σὺ δὲ τὸν Βιθυνὸν ἔμπορον εὕρηκας ἐραστήν, ἀποκλείομαι μὲν ἐγὼ καὶ πρὸ τῶν θυρῶν ἕστηκα δακρύων, ὁ δὲ τῶν νυκτῶν φιλεῖται καὶ μόνος ἔνδον ἐστὶ καὶ παννυχίζεται, καὶ κυεῖν φὴς ἀπʼ αὐτοῦ.
1 ταῦτά με ἀποπνίγει, Δωρίων, καὶ μάλιστα ὁπόταν λέγῃς ὡς πολλὰ ἔδωκας καὶ πένης γεγένησαι δι’ ἐμέ. λόγισαι γοῦν ἅπαντα ἐξ ἀρχῆς ὁπόσα μοι ἐκόμισας.
2 εὖ γε, ὦ Μυρτάλη, λογισώμεθα. ὑποδήματα ἐκ Σικυῶνος τὸ πρῶτον δύο δραχμῶν· τίθει δύο δραχμάς.
2 ἀλλʼ ἐκοιμήθης νύκτας δύο.
2 καὶ ὁπότε ἧκον ἐκ Συρίας, ἀλάβαστρον μύρου ἐκ Φοινίκης, δύο καὶ τοῦτο δραχμῶν νὴ τὸν Ποσειδῶ.
2 ἐγὼ δέ σοι ἐκπλέοντι τὸ μικρὸν ἐκεῖνο χιτώνιον τὸ μέχρι τῶν μηρῶν, ὡς ἔχοις ἐρέττων, Ἐπιούρου τοῦ πρωρέως ἐκλαθομένου αὐτὸ παρʼ ἡμῖν, ὁπότε ἐκάθευδε παρʼ ἐμοί.
2 ἀπέλαβεν αὐτὸ γνωρίσας ὁ Ἐπίουρος πρῴην ἐν Σάμῳ μετὰ πολλῆς γε, ὦ θεοί, τῆς μάχης. κρόμμυα δὲ ἐκ Κύπρου καὶ σαπέρδας πέντε καὶ πέρκας τέτταρας, ὁπότε κατεπλεύσαμεν ἐκ Βοσπόρου, ἐκόμισά σοι. τί οὖν; καὶ ἄρτους ὀκτὼ ναυτικοὺς ἐν γυργάθῳ ξηροὺς καὶ ἰσχάδων βῖκον ἐκ Καρίας καὶ ὕστερον ἐκ Πατάρων σανδάλια ἐπίχρυσα, ὦ ἀχάριστε· καὶ τυρόν ποτε μέμνημαι τὸν μέγαν ἐκ Γυθίου.
2 πέντε ἴσως δραχμῶν, ὦ Δωρίων, πάντα ταῦτα.
3 ὦ Μυρτάλη, ὅσα ναύτης ἄνθρωπος ἐδυνάμην μισθοῦ ἐπιπλέων. νῦν γὰρ ἤδη τοίχου ἄρχω τοῦ δεξιοῦ καὶ σὺ ἡμῶν ὑπερορᾷς, πρῴην δὲ ὁπότε τὰ Ἀφροδίσια ἦν, οὐχὶ δραχμὴν ἔθηκα πρὸς τοῖν ποδοῖν τῆ Ἀφροδίτης σοῦ ἕνεκεν ἀργυρᾶν; καὶ πάλιν τῇ μητρὶ εἰς ὑποδήματα δύο δραχμὰς καὶ Λυδῇ ταύτῃ πολλάκις εἰς τὴν χεῖρα νῦν μὲν δύο, νῦν δὲ τέτταρας ὀβολούς. ταῦτα πάντα συντεθέντα οὐσία ναύτου ἀνδρὸς ἦν.
3 τὰ κρόμμυα καὶ οἱ σαπέρδαι, ὦ Δωρίων;
3 ναί· οὐ γὰρ εἶχον πλείω κομίζειν· οὐ γὰρ ἂν ἤρεττον, εἴ γε πλουτῶν ἐτύγχανον. τῇ μητρὶ δὲ οὐδὲ κεφαλίδα μίαν σκορόδου ἐκόμισα πώποτε. ἡδέως δʼ ἂν ἔμαθον ἅτινά σοι παρὰ τοῦ Βιθυνοῦ τὰ δῶρα.
3 τουτὶ πρῶτον ὁρᾷς τὸ χιτώνιον; ἐκεῖνος ἐπρίατο, καὶ τὸν ὅρμον τὸν παχύτερον.
3 ἐκεῖνος; ᾔδειν γάρ σε πάλαι ἔχουσαν.
1 / 2 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi