Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

Kitap 4

3 ὢ τῶν περιέργων νεανίσκων. συνίημι γάρ. λυπῆσαί τις θέλων τὸν Χαρῖνον ἐπέγραψε ζηλότυπον ὄντα εἰδώς· ὁ δὲ αὐτίκα ἐπίστευσεν. εἰ δέ που ἴδοιμι αὐτόν, διαλέξομαι. ἄπειρός ἐστι καὶ παῖς ἔτι.
3 ποῦ δʼ ἂν ἴδοις ἐκεῖνον, ὃς ἐγκλεισάμενος ἑαυτὸν σύνεστι τῇ Σιμίχῃ; οἱ γονεῖς δὲ ἔτι παρʼ ἐμοὶ ζητοῦσιν λυξιαν. ιιι. 16 αὐτόν. ἀλλʼ εἴ τινα εὕροιμι, ὦ Βακχί, γραῦν, ὡς ἔφην· ἀποσώσειε γὰρ ἂν φανεῖσα.
4 ἔστιν, ὦ φιλτάτη, ὅτι χρησίμη φαρμακίς, Σύρα τὸ γένος, ὠμὴ ἔτι καὶ συμπεπηγυῖα, ἥ μοί ποτε Φανίαν χαλεπαίνοντα κἀκεῖνον εἰκῆ, ὥσπερ Χαρῖνος, διήλλαξε μετὰ μῆνας ὅλους τέτταρας, ὅτε ἐγὼ μὲν ἤδη ἀπεγνώκειν, ὁ δὲ ὑπὸ τῶν ἐπῳδῶν ἧκεν αὖθις ἐπʼ ἐμέ.
4 τί δὲ ἔπραξεν ἡ γραῦς, εἴπερ ἔτι μέμνησαι;
4 λαμβάνει μὲν οὐδὲ πολύν, ὦ Μέλιττα, τὸν μισθόν, ἀλλὰ δραχμὴν καὶ ἄρτον· ἐπικεῖσθαι δὲ δεῖ μετὰ τῶν ἁλῶν καὶ ὀβολοὺς ἑπτὰ καὶ θεῖον καὶ δᾷδα. ταῦτα δὲ ἡ γραῦς λαμβάνει, καὶ κρατῆρα κεκερᾶσθαι δεῖ καὶ πίνειν ἐκείνην μόνην. δεήσει δέ τι αὐτοῦ ἀνδρὸς εἶναι, οἷον ἱμάτια ἢ κρηπῖδας ἢ ὀλίγας τῶν τριχῶν ἤ τι τῶν τοιούτων.
4 ἔχω τὰς κρηπῖδας αὐτοῦ.
5 ταύτας κρεμάσασα ἐκ παττάλου ὑποθυμιᾷ τῷ θείῳ, πάττουσα καὶ τῶν ἁλῶν ἐπὶ τὸ πῦρ· ἐπιλέγει δὲ ἀμφοῖν τὰ ὀνόματα καὶ τὸ ἐκείνου καὶ τὸ σόν. εἶτα ἐκ τοῦ κόλπου προκομίσασα ῥόμβου ἐπιστρέφει ἐπῳδήν τινα λέγουσα ἐπιτρόχῳ τῇ γλώττῃ, βαρβαρικὰ καὶ φρικώδη ὀνόματα. ταῦτα ἐποίησε τότε. καὶ μετʼ οὐ πολὺ Φανίας, ἅμα καὶ τῶν συνεφήβων ἐπιτιμησάντων αὐτῷ καὶ τῆς Φοιβίδος, ᾗ συνῆν, πολλὰ αἰτούσης, ἧκέ μοι, τί πλέον; ὑπὸ τῆς ἐπῳδῆς ἀγόμενος. ἔτι δὲ καὶ τοῦτό με σφόδρα κατὰ τῆς Φοιβίδος τὸ μίσηθρον ἐδιδάξατο, τηρήσασαν τὸ ἴχνος, ἐπὰν ἀπολίποι, ἀμαυρώσασαν ἐπιβῆναι μὲν τῷ ἀριστερῷ ἐκείνης τὸν ἐμὸν δεξιόν, τῷ δεξιῷ δὲ τὸν ἀριστερὸν ἔμπαλιν καὶ λέγειν, Ἐπιβέβηκά σοι καὶ ὑπεράνω εἰμί· καὶ ἐποίησα ὡς προσέταξε.
5 μὴ μέλλε, μὴ μέλλε, ὦ Βακχί, κάλει ἤδη τὴν Σύραν. σὺ δέ, ὦ Ἀκί, τὸν ἄρτον καὶ τὸ θεῖον καὶ τα ἄλλα πάντα πρὸς τὴν ἐπῳδὴν εὐτρέπιζε.
← Önceki 2 / 2

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi