Kitap 9
2
εἰ γὰρ ἐλθὼν ὁ Πολέμων —ἥξει γὰρ πάντως ἀποσεισάμενος τοὺς γνωρίμους—ἀναπυθόμενος εὕροι τὸν Φιλόστρατον ἔνδον παρ' ἡμῖν, τί οἴει ποιήσειν αὐτόν;
3
Ἐξευρίσκωμεν, ἐξευρίσκωμεν recc.: ἐξευρίσκω δέ βγ. ὦ Δορκάς, ἐκ τῶν παρόντων σωτήριον· οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὕτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι· προσέτι πρόσεστι γ. γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν· νῦν δὲ τί ἐκεῖνος οὐκ ἂν ποιήσειεν;
3
Ἀλλὰ καὶ προσέρχεται.
3
Ἐκλύομαι, ὦ Δορκάς, ἀπὸ τῆς ἀπορίας καὶ τρέμω.
3
Ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.
3
Τίς γένωμαι; πῶς ἄν με ἡ γῆ καταπίοι;
4
Τί οὐ πίνομεν, ὦ Παννυχί;
4
Ἄνθρωπε, ἀπολώλεκάς με. σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς.
4
Οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν; σιωπᾷς; εὖ γε· οἴχου, εὖγε οἴχου codd.: οἴχου del. edd.. ὦ Παννυχί. ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. καὶ δίκαια μέντοι πέπονθα, καίτοι χάριν ἐχων· οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.
4
Σὺ δὲ τίς εἶ, ὦ βέλτιστε;
4
Ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυλῆς, ἀκούεις· χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα, πεντακισχιλίας ἀσπίδας γ. ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν.
4
Ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, ἐπειδὰν τὰ φορτία διαθώμεθα.
4
καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρ' Ὀδρύσαις χιλιαρχεῖν ἔα.
4
Ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.
4
Τί ποιῶ, Δορκάς;
4
Εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν.
4
Εἰ θέλεις, εἰσίωμεν.
5
Ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, ἢ μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνασμένος πάρειμι. τοὺς Θρᾷκας, ὦ Παρμένων· ὡπλισμένοι ἡκέτωσαν ἡκέτωσαν rec.: ἧκον β: ἧκαν γ. ἐμφράξαντες τὸν στενωπὸν τῇ φάλαγγι· ἐπὶ μετώπου μὲν τὸ ὁπλιτικόν, παρ' ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν.