2
Ὀρθῶς ἔφης· οὐ γὰρ οἶσθα. καὶ προϊθί γε ἐς τὸ ἔμπροσθεν· οὐ γὰρ ἐθέλεις ἕπεσθαι, συνήσων ἄν, εἴπερ ἐθελήσειας.
3
Ἀλλ’ ἐγὼ βούλομαι· σὺ δ’ οὐδὲν εἶπας ὧν ἄνθρωποι σολοικίζοντες λέγουσι.
3
Τὸ γὰρ νῦν ῥηθὲν μικρόν τί σοι φαίνεται κακὸν εἶναι; ὅμως δὲ ἀκολούθησον αὖθις, ἐπεὶ οὐκ ἔμαθες ἐκδραμόντα.
3
Μὰ τοὺς θεοὺς οὐκ ἔγωγε.
3
Ἀλλὰ μὴν μεθῆκα θεῖν λαγὼ ταχέως. ἆρα παρῇξεν; ἀλλὰ καὶ νῦν ἔξεστιν ἰδεῖν τὸν λαγώ· εἰ δὲ μή, πολλοὶ γενόμενοι λαγῲ λήσουσί σε ἐν σολοικισμῷ πεσόντες.
3
Οὐ λήσουσι.
3
Καὶ μὴν ἔλαθόν γε.
3
Θαυμαστὰ λέγεις.
3
Σὺ δὲ ὑπὸ τῆς ἄγαν παιδείας διέφθορας, ὥστε μηδ’ αὐτὸ τοῦτο σολοικίζοντας κατανοῆσαι· οὐ γὰρ πρός2εστιν αὐτῷ τὸ τίνα.
4
Ταῦτα μὲν οὐκ οἶδα πῶς λέγεις· ἐγὼ δὲ πολλοὺς ἤδη σολοικίζοντας κατενόησα.
4
Κἀμὲ τοίνυν εἴσῃ τότε, ὅταν τι τῶν παιδίων γένῃ τῶν τὰς τίτθας θηλαζόντων. ἢ εἰ οὐ νῦν ἔγνως σολοικίζοντά με, οὐδὲ αὐξάνοντα παιδία σολοικισμὸν ποιήσει τῷ μηδὲν εἰδότι.
4
Ἀληθῆ λέγεις.
4
Καὶ μὴν εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν γνωσόμεθα τῶν ἑαυτῶν, ἐπεὶ καὶ τόδε σολοικισθὲν ἀπέφυγέ σε. μὴ τοίνυν ἔτι λέγειν, ὡς ἱκανὸς εἶ κατιδεῖν τὸν σολοικίζοντα, καὶ αὐτὸς μὴ σολοικίζειν.