2
Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα ἢ λέβητα Θεσπρώτιον ἢ τρίποδα Κιρραῖον ἢ Δωδωναῖον χαλκεῖον· γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυῒ μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε. σεσίγηται γοῦν ἡ Κασταλίας πηγὴ καὶ Κολοφῶνος ἄλλη πηγή, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικὰ καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μέν, ὅμως δ’ οὖν διελήλεγκται τοῖς ἰδίοις συνεκρεύσαντα μύθοις. διήγησαι ἡμῖν καὶ τῆς ἄλλης μαντικῆς, μᾶλλον δὲ μανικῆς, τὰ ἄχρηστα χρηστήρια, τὸν Κλάριον, τὸν Πύθιον, τὸν Διδυμέα, τὸν Ἀμφιάρεω, τὸν † Ἀπόλλω,τὸν † Ἀπόλλω is probably corrupt. τὸν Τροφώνιον (Cobet) and τὸν Μόψον (Wilamowitz) have been suggested. Markland puts τὸν Ἀπόλλω before τὸν Κλάριον, a re-arrangement which has been followed in the translation. τὸν Ἀμφίλοχον, εἰ δὲ βούλει, καὶ τερατοσκόπους καὶ οἰωνοσκόπους καὶ τοὺς ὀνείρων κριτὰς ἀνιέρου σὺν αὐτοῖς· στῆσον δὲ ὁμοῦ παρὰ τὸν Πύθιον τοὺς ἀλευρομάντεις ἄγων καὶ κριθομάντεις καὶ τοὺς εἰσέτι παρὰ τοῖς πολλοῖς τετιμημένους ἐγγαστριμύθους· ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδιδόσθων. μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια· συνέμποροι τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπὸ ἀνθρώπων διδασκόμενοι.