Thesauros Edebiyat theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
2 Τί δ’ εἴ σοι καταλέγοιμι τὰ μυστήρια; οὐκ ἐξορχήσομαι μέν, ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεούς, ὧν αἱ τελεταὶ αἱ αἱ inserted by Mayor. μυστικαί, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς τῆς ἀληθείας ἐκκυκλήσω θεαταῖς. Διόνυσον μαινόλην ὀργιάζουσι Βάκχοι ὠμοφαγίᾳ τὴν ἱερομανίαν ἄγοντες καὶ τελίσκουσι τὰς κρεονομίας τῶν φόνων ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὐάν, Εὔαν ἐκείνην, δι’ ἣν ἡ πλάνη παρηκολούθησεν· καὶ σημεῖον ὀργίων βακχικῶν ὄφις ἐστὶ τετελεσμένος. αὐτίκα γοῦν κατὰ τὴν ἀκριβῆ τῶν Ἑβραίων φωνὴν τὸ ὄνομα τὸ Ἕυια δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια· Δηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικόν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδουχεῖ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi