Thesauros Edebiyat theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
2 Ἔννοιαι δὲ ἡμαρτημέναι καὶ παρηγμέναι τῆς εὐθείας, ὀλέθριαι ὡς ἀληθῶς, τὸ οὐράνιον φυτόν, τὸν ἄνθρωπον, οὐρανίου ἐξέτρεψαν διαίτης καὶ ἐξετάνυσαν ἐπὶ γῆς, γηΐνοις προσανέχειν ἀναπείσασαι πλάσμασιν. οἱ μὲν γὰρ εὐθέως ἀμφὶ τὴν οὐρανοῦ θέαν ἀπατώμενοι καὶ ὄψει μόνῃ πεπιστευκότες τῶν ἀστέρων τὰς κινήσεις ἐπιθεώμενοι ἐθαύμασάν τε καὶ ἐξεθείασαν, θεοὺς ἐκ τοῦ θεῖν ὀνομάσαντες τοὺς ἀστέρας, καὶ προσεκύνησαν ἥλιον, ὡς Ἰνδοί, καὶ σελήνην, ὡς Φρύγες· οἱ δὲ τῶν ἐκ γῆς φυομένων τοὺς ἡμέρους δρεπόμενοι καρποὺς Δηὼ τὸν σῖτον, ὡς Ἀθηναῖοι, καὶ Διόνυσον τὴν ἄμπελον, ὡς Θηβαῖοι, προσηγόρευσαν. ἄλλοι τὰς ἀμοιβὰς τῆς κακίας ἐπισκοπήσαντες θεοποιοῦσι τὰς ἀντιδόσεις προσκυνοῦντες καὶ τὰς συμφοράς. ἐντεῦθεν τὰς Ἐρινύας καὶ τὰς Εὐμενίδας Παλαμναίους τε καὶ Προστροπαίους, ἔτι δὲ Ἀλάστορας ἀναπεπλάκασιν οἱ ἀμφὶ τὴν σκηνὴν ποιηταί. φιλοσόφων δὲ ἤδη τινὲς καὶ αὐτοὶ μετὰ τοὺς ποιητικοὺς τῶν ἐν ὑμῖν παθῶν ἀνειδωλοποιοῦσι τύπους τὸν Φόβον καὶ τὸν Ἔρωτα καὶ τὴν Χαρὰν καὶ τὴν Ἐλπίδα, ὥσπερ ἀμέλει καὶ Ἐπιμενίδης ὁ παλαιὸς Ὕβρεως καὶ Ἀναιδείας Ἀθήνησιν ἀναστήσας βωμούς· οἱ δὲ ἐξ αὐτῶν ὁρμώμενοι τῶν πραγμάτων ἐκθεοῦνται τοῖς ἀνθρώποις καὶ σωματικῶς ἀναπλάττονται, Δίκη τις καὶ Κλωθὼ καὶ Λάχεσις καὶ Ἄτροπος καὶ Εἱμαρμένη, Λὐξώ τε καὶ Θαλλώ, αἱ Ἀττικαί. ἕκτος ἐστὶν εἰσηγητικὸς τρόπος ἀπάτης θεῶν περιποιητικός, καθ’ ὃν ἀριθμοῦσι θεοὺς τοὺς δώδεκα· ὧν καὶ θεογονίαν Ἡσίοδος ᾅδει τὴν αὑτοῦ, καὶ ὅσα θεολογεῖ Ὅμηρος. τελευταῖος δὲ ὑπολείπεται ʽἑπτὰ γὰρ οἱ ἅπαντες οὗτοι τρόποἰ ὁ ἀπὸ τῆς θείας εὐεργεσίας τῆς εἰς τοὺς ἀνθρώπους καταγινομένης ὁρμώμενος. τὸν γὰρ εὐεργετοῦντα μὴ συνιέντες θεὸν ἀνέπλασάν τινας σωτῆρας Διοσκούρους καὶ Ἡρακλέα ἀλεξίκακον καὶ Ἀσκληπιὸν ἰατρόν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi