2
Αὗται μὲν αἱ ὀλισθηραί τε καὶ ἐπιβλαβεῖς παρεκβάσεις τῆς ἀληθείας, καθέλκουσαι οὐρανόθεν τὸν ἄνθρωπον καὶ εἰς βάραθρον περιτρέπουσαι. ἐθέλω δὲ ὑμῖν ἐν χρῷ τοὺς θεοὺς αὐτοὺς ἐπιδεῖξαι ὁποῖοί τινες καὶ εἴ τινες, ἵν’ ἤδη ποτὲ τῆς πλάνης λήξητε, αὖθις δὲ παλινδρομήσητε εἰς οὐρανόν. ἦμεν γάρ που καὶ ἡμεῖς τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποί· ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, ὄντας ἤδη νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ. ζῶν γὰρ ὁ λόγος καὶ ὁ ὁ inserted by Schwartz. συνταφεὶς Χριστῷ συνυψοῦται θεῷ. οἱ δὲ ἔτι ἄπιστοι τέκνα ὀργῆς ὀνομάζονται, τρεφόμενα ὀργῇ· ἡμεῖς δὲ οὐκ ὀργῆς θρέμματα ἔτι, οἱ τῆς πλάνης ἀπεσπασμένοι, ᾅσσοντες δὲ ἐπὶ τὴν ἀλήθειαν. ταύτῃ τοι ἡμεῖς οἱ τῆς ἀνομίας υἱοί ποτε διὰ τὴν φιλανθρωπίαν τοῦ λόγου νῦν υἱοὶ γεγόναμεν τοῦ θεοῦ· ὑμῖν δὲ καὶ ὁ ὑμέτερος ὑποδύεται ποιητὴς ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς· τοιγάρτοι χαλεπῇσιν ἀλύοντες κακότησιν οὔ ποτε δειλαίων ἀχέων λωφήσετε θυμόν. τὰ μὲν δὴ πλεῖστα μεμύθευται καὶ πέπλασται περὶ θεῶν ὑμῖν· τὰ δὲ ὅσα καὶὅσα καὶ Mayor. καὶ ὅσα Stählin. καὶ ὅσα MSS. γεγενῆσθαι ὑπείληπται, ταῦτα δὲ περὶ ἀνθρώπων αἰσχρῶν καὶ ἀσελγῶς βεβιωκότων ἀναγέγραπται· τύφῳ καὶ μανίῃ δὲ βαδίζετε καὶ τρίβον ὀρθὴν εὐθεῖαν προλιπόντες ἀπήλθετε τὴν δι’ ἀκανθῶν καὶ σκολόπων. τί πλανᾶσθε, βροτοί; παύσασθε,μάταιοι, καλλίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε. ταῦτα ἡμῖν ἡ προφητικὴ παρεγγυᾷ καὶ ποιητικὴ Σίβυλλα· παρεγγυᾷ δὲ καὶ ἡ ἀλήθεια, γυμνοῦσα τῶν καταπληκτικῶν τουτωνὶ καὶ ἐκπληκτικῶν προσωπείων τὸν ὄχλον τῶν θεῶν, συνωνυμίαις τισὶ τὰς δοξοποιίας διελέγχουσα.