Thesauros Edebiyat theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
2 Αὐτίκα γοῦν εἰσὶν οἳ τρεῖς τοὺς Ζῆνας ἀναγράφουσιν, τὸν μὲν Αἰθέρος ἐν ʼΛρκαδίᾳ, τὼ δὲ λοιπὼ τοῦ Κρόνου παῖδε, τούτοιν τὸν μὲν ἐν Κρήτῃ, θάτερον δὲ ἐν Ἀρκαδίᾳ πάλιν. εἰσὶ δὲ οἳ πέντε Ἀθηνᾶς ὑποτίθενται, τὴν μὲν Ἡφαίστου, τὴν Ἀθηναίαν· τὴν δὲ Νείλου, τὴν Αἰγυπτίαν· τρίτην τὴν τὴν inserted by Wilamowitz. τοῦ Κρόνου, τὴν πολέμου εὑρέτιν· τετάρτην τὴν Διός, ἣν Μεσσήνιοι Κορυφασίαν ἀπὸ τῆς μητρὸς ἐπικεκλήκασιν· ἐπὶ πᾶσι τὴν Πάλλαντος καὶ Τιτανίδος τῆς Ὠκεανοῦ, ἣ τὸν πατέρα δυσσεβῶς καταθύσασα τῷ πατρῴῳ κεκόσμηται δέρματι ὥσπερ κῳδίῳ. ναὶ μὴν Ἀπόλλωνα ὁ μὲν Ἀριστοτέλης πρῶτον Ἡφαίστου καὶ Ἀθηνᾶς ʽἐνταῦθα δὴ οὐκέτι παρθένος ἡ Ἀθηνἆ, δεύτερον ἐν Κρήτῃ τὸν Κύρβαντος, τρίτον τὸν Διὸς καὶ τέταρτον τὸν Ἀρκάδα τὸν Σιληνοῦ· Νόμιος οὗτος κέκληται παρὰ Ἀρκάσιν· ἐπὶ τούτοις τὸν Λίβυν καταλέγει τὸν Ἄμμωνος· ὁ δὲ Δίδυμος ὁ γραμματικὸς τούτοις ἕκτον ἐπιφέρει τὸν Μάγνητος. πόσοι δὲ καὶ νῦν Ἀπόλλωνες, ἀναρίθμητοι θνητοὶ καὶ ἐπίκηροίἐπίκηροι Mayor. ἐπίκουροι MSS. τινες ἄνθρωποι, εἰσίν, οἱ παραπλησίως τοῖς προειρημένοις ἐκείνοις κεκλημένοι; τί δ’ εἴ σοι τοὺς πολλοὺς εἴποιμι Ἀσκληπιοὺς ἢ τοὺς Ἑρμᾶς τοὺς ἀριθμουμένους ἢ τοὺς Ἡφαίστους τοὺς μυθολογουμένους; μὴ καὶ περιττὸς εἶναι δόξω τὰς ἀκοὰς ὑμῶν τοῖς πολλοῖς τούτοις ἐπικλύζων ὀνόμασιν; ἀλλ’ αἵ γε πατρίδες αὐτοὺς καὶ αἱ τέχναι καὶ οἱ βίοι, πρὸς δέ γε καὶ οἱ τάφοι ἀνθρώπους γεγονότας διελέγχουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi