Thesauros Edebiyat theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
2 Τὰς δὲ Μούσας, ὃς ἈλκμὰνἈλκμὰν Bergk. ἄλκμανδρος MSS. Διὸς καὶ Μνημοσύνης γενεαλογεῖ καὶ οἱ λοιποὶ ποιηταὶ καὶ συγγραφεῖς ἐκθειάζουσιν καὶ σέβουσιν, ἤδη δὲ καὶ ὅλαι πόλεις μουσεῖα τεμενίζουσιντεμενίζουσιν Sylburg. μὲν ἵζουσιν MSS. αὐταῖς, ΜυσὰςΜυσὰς Stählin. μούσας MSS. οὔσας θεραπαινίδας ταύτας ἐώνηται Μεγακλὼ ἡ θυγάτηρ ἡ Μάκαρος. ὁ δὲ Μάκαρ Λεσβίων μὲν ἐβασίλευεν, διεφέρετο δὲ ἀεὶ πρὸς τὴν γυναῖκα, ἠγανάκτει δὲ ἡ Μεγακλὼ ὑπὲρ τῆς μητρός· τί δ’ οὐκ ἔμελλε; καὶ Μυσὰς θεραπαινίδας ταύτας τοσαύτας τὸν ἀριθμὸν ὠνεῖται καὶ καλεῖ ΜοίσαςΜοίσας Müller. Μύσας MSS. κατὰ τὴν διάλεκτον τὴν Αἰολέων. ταύτας ἐδιδάξατο ᾅδειν καὶ κιθαρίζειν τὰς πράξεις τὰς παλαιὰς ἐμμελῶς. αἱ δὲ συνεχῶς κιθαρίζουσαι καὶ καλῶς κατεπᾴδουσαι τὸν Μάκαρα ἔθελγον καὶ κατέπαυον τῆς ὀργῆς. οὗ δὴ χάριν ἡ Μεγακλὼ χαριστήριον αὐτὰςαὐτὰς Stählin. Αὐταῖς MSS. ὑπὲρ τῆς μητρὸς ἀνέθηκε χαλκᾶς καὶ ἀνὰ πάντα ἐκέλευσε τιμᾶσθαι τὰ ἱερά. καὶ αἱ μὲν Μοῦσαι τοιαίδε· ἡ δὲ ἱστορία παρὰ Μυρσίλῳ τῷ Λεσβίῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi