Thesauros Edebiyat theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
2 Ἀλλ’ οἱ μὲν ἄρρενες αὐτοῖς τῶν θεῶν ἴσως μόνοι ᾅττουσι περὶ τὰ ἀφροδίσια· θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη, φησὶν Ὅμηρος, αἰδούμεναι αἱ θεαὶ αἱ θεαὶ Valckenaer: Stählin. διὰ σεμνότητα Ἀφροδίτην ἰδεῖν μεμοιχευμένην. αἱ δὲ ἀκολασταίνουσιν ἐμπαθέστερον ἐν τῇ μοιχείᾳ δεδεμέναι, Ἠὼς ἐπὶ Τιθωνῷ, Σελήνη δ’ ἐπὶ δʼ ἐπὶ inserted by Wilamowitz. Ἐνδυμίωνι, Νηρηῒς ἐπὶ Αἰακῷ καὶ ἐπὶ Πηλεῖ Θέτις, ἐπὶ δὲ ἸασίωνιἸασίωνι Sylburg. ἰάσωνι MSS. Δημήτηρ καὶ ἐπὶ Ἀδώνιδι Φερέφαττα. Ἀφροδίτη δὲ ἐπ’ Ἄρει κατῃσχυμμένη μετῆλθεν ἐπὶ Κινύραν καὶ Ἀγχίσην ἔγημεν καὶ Φαέθοντα ἐλόχα καὶ ἤρα Ἀδώνιδος, ἐφιλονείκει δὲ τῇ βοώπιδι καὶ ἀποδυσάμεναι διὰ μῆλον αἱ θεαὶ γυμναὶ προσεῖχον τῷ ποιμένι, εἴ τις αὐτῶν δόξει καλή.
2 Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια. Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρῃσκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια· Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν ἐλεεινὸν ἡ θάλαττα καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια· Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα· Πῖσα δὲ ὑμῖν τάφος ἐστίν, ὦ Πανέλληνες, ἡνιόχου Φρυγός, καὶ τοῦ Πέλοπος τὰς χοάς, τὰ Ὀλύμπια, ὁ Φειδίου σφετερίζεται Ζεύς. μυστήρια ἦσαν ἄρα, ὡς ἔοικεν, οἱ ἀγῶνες ἐπὶ νεκροῖς διαθλούμενοι, ὥσπερ καὶ τὰ λόγια, καὶ δεδήμευνται ἄμφω. ἀλλὰ τὰ μὲν ἐπὶ ἌγρᾳἌγρᾳ Meurs. σάγραι MSS. μυστήρια καὶ τὰ ἐν Ἁλιμοῦντι τῆς Ἀττικῆς Ἀθήνησι περιώρισται· αἶσχος δὲ ἤδη κοσμικὸν οἵ τε ἀγῶνες καὶ οἱ φαλλοὶ οἱ Διονύσῳ ἐπιτελούμενοι, κακῶς ἐπινενεμημένοι τὸν βίον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi