2
Ἤδη δὲ καὶ αὐτοὶ φαίνονται οἱ δεισιδαίμονες ἄκοντες μέν, ὅμως δ’ οὖν συνιέντες τὴν πλάνην τὴν περὶ τοὺς θεούς· οὐ γὰρ ἀπὸ δρυός εἰσι παλαιφάτου οὐδ’ ἀπὸ πέτρης, ἀλλ’ ἀνδρῶν γένος εἰσί, μικρὸν δὲ ὕστερον καὶ δρύες ὄντες εὑρεθήσονται καὶ πέτραι. Ἀγαμέμνονα γοῦν τινα Δία ἐν Σπάρτῃ τιμᾶσθαι Στάφυλος ἱστορεῖ· Φανοκλῆς δὲ ἐν Ἔρωσιν ἢἢ Leopardus. τοῖς Sylburg. τῖε MSS. Καλοῖς Ἀγαμέμνονα τὸν Ἑλλήνων βασιλέα Ἀργύννου νεὼν Ἀφροδίτης ἵστασθαι ἐπ’ Ἀργύννῳ τῷ ἐρωμένῳ. Ἄρτεμιν δὲ Ἀρκάδες Ἀπαγχομένην καλουμένην προστρέπονται, ὥς φησι Καλλίμαχος ἐν Αἰτίοις. καὶ Κονδυλῖτις ἐν Μηθύμνῃ ἑτέρα τετίμηται Ἄρτεμις. ἔστι δὲ καὶ Ποδάγρας ἄλλης Ἀρτέμιδος ἐν τῇ Λακωνικῇ ἱερόν, ὥς φησι Σωσίβιος. Πολέμων δὲ Κεχηνότος Ἀπόλλωνος οἶδεν ἄγαλμα, καὶ Ὀψοφάγου πάλιν Ἀπόλλωνος ἄλλο ἐν Ἤλιδι τιμώμενον. ἐνταῦθα Ἀπομυίῳ Διὶ θύουσιν Ἠλεῖοι· Ῥωμαῖοι δὲ Ἀπομυίῳ Ἡρακλεῖ καὶ Πυρετῷ δὲ καὶ Φόβῳ θύουσιν, οὓς καὶ αὐτοὺς μετὰ τῶν ἀμφὶ τὸν Ἡρακλέα ἐγγράφουσιν. ἐῶ δὲ Ἀργείους· Ἀφροδίτην Τυμβωρύχον θρῃσκεύουσιν Ἀργεῖοι καὶ Λάκωνες,καὶ Λάκωνες placed by Stählin after Ἀργείους (1. 2). καὶ Χελύτιδα δὲ Ἄρτεμιν Σπαρτιᾶται σέβουσιν· ἐπεὶ τὸ βήττειν χελύττειν καλοῦσιν.