2
Οἴει ποθὲν παρέγγραπταποθὲν παρέγγραπτα Stählin. πόθεν παραγέγραπται MSS. ταῦτά σοι κομίζεσθαι τὰ ὑφ’ ἡμῶν παρατιθέμενα; οὐδὲ τοὺς σοὺς γνωρίζειν ἔοικας συγγραφεῖς, οὓς ἐγὼ μάρτυρας ἐπὶ τὴν σὴν ἀπιστίαν καλῶ, ἀθέου χλεύης, ὦ δείλαιοι, τὸν πάντα ὑμῶν ἀβίωτον ὄντως βίον ἐμπεπληκότας.ἐμπεπληκότας Stählin. ἐμπεπληκότες MSS. οὐχὶ μέντοι Ζεὺς φαλακρὸς ἐν Ἄργει, τιμωρὸς δὲ ἄλλος ἐν Κύπρῳ τετίμησθοντετίμησθον Sylburg. τετιμήσθων MSS.; οὐχὶ δὲ Ἀφροδίτῃ περιβασοῖπεριβασοῖ Dindorf. περιβασίῃ MSS. μὲν Ἀργεῖοι, ἑταίρᾳ δὲ Ἀθηναῖοι καὶ καλλιπύγῳκαλλιπύγῳ Sylburg. καλλιπύγῳ MSS. θύουσιν Συρακούσσιοι, ἣν Νίκανδρος ὁ ποιητὴς καλλίγλουτόν που κέκληκεν; Διόνυσον δὲ ἤδη σιωπῶ τὸν χοιροψάλαν· Σικυώνιοι τοῦτον προσκυνοῦσιν ἐπὶ τῶν γυναικείων τάξαντες τὸν Διόνυσον μορίων, ἔφορον αἴσχους τὸν ὕβρεως σεβάζοντες ἀρχηγόν. τοιοίδε μὲν αὐτοῖς οἱ θεοί, τοιοίδε καὶ αὐτοί, παίζοντες ἐν θεοῖς, μᾶλλον δὲ ἐμπαίζοντες καὶ ἐνυβρίζοντες σφίσιν αὐτοῖς. καὶ πόσῳ βελτίους Αἰγύπτιοι κωμηδὸν καὶ κατὰ πόλεις τὰ ἄλογα τῶν ζῴων ἐκτετιμηκότες ἤπερ Ἕλληνες τοιούτους προσκυνοῦντες θεούς; τὰ μὲν γὰρ εἰ καὶ θηρία, ἀλλ’ οὐ μοιχικά, ἀλλ’ οὐ μάχλα, παρὸ φύσιν δὲ θηρεύει ἡδονὴν οὐδὲ ἕν. οἱ δὲ ὁποῖοι. τί καὶ χρὴ λέγειν ἔτι, ἀποχρώντως αὐτῶν διεληλεγμένων;