2
Εἶεν δή· ἐπειδὴ οὐ θεοί, οὓς θρῃσκεύετε, αὖθις ἐπισκέψασθαί μοι δοκεῖ εἰ ὄντως εἶεν δαίμονες, δευτέρᾳ ταύτῃ, ὡς ὑμεῖς φατέ, ἐγκαταλεγόμενοι τάξει. εἰ γὰρ οὖν δαίμονες, λίχνοι τε καὶ μιαροί. ἔστι μὲν ἐφευρεῖν καὶ ἀναφανδὸν οὕτω κατὰ πόλεις δαίμονας ἐπιχωρίους τιμὴν ἐπιδρεπομένους, παρὰ Κυθνίοις Μενέδημον, παρὰ Τηνίοις Καλλισταγόραν, παρὰ Δηλίοις Ἄνιον, παρὰ Λάκωσιν Ἀστράβακον. τιμᾶται δέ τις καὶ Φαληροῖ κατὰ πρύμναν ἥρως· καὶ ἡ Πυθία συνέταξε θύειν Πλαταιεῦσιν Ἀνδροκράτει καὶ Δημοκράτει καὶ Κυκλαίῳ καὶ Λεύκωνι τῶν Μηδικῶν ἀκμαζόντων ἀγώνων. ἔστι καὶ ἄλλους παμπόλλους συνιδεῖν δαίμονας τῷ γε καὶ σμικρὸν διαθρεῖν δυναμένῳ· τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ δαίμονες ἀθάνατοι, φύλακες μερόπων ἀνθρώπων. τίνες εἰσὶν οἱ φύλακες, ὦ Βοιώτιε, μὴ φθονέσῃς λέγειν. ἢ δῆλον ὡς οὗτοι καὶ οἱ τούτων ἐπιτιμότεροι, οἱ μεγάλοι δαίμονες, ὁ Ἀπόλλων, ἡ Ἄρτεμις, ἡ Λητώ, ἡ Δημήτηρ, ἡ Κόρη, ὁ Πλούτων, ὁ Ἡρακλῆς, αὐτὸς ὁ Ζεύς. ἀλλ’ οὐκ ἀποδρᾶναι ἡμᾶς φυλάττουσιν, Ἀσκραῖε, μὴ ἁμαρτάνειν δὲ ἴσως, οἱ ἁμαρτιῶν δῆτα οὐ πεπειραμένοι. ἐνταῦθα δὴ τὸ παροιμιῶδες ἐπιφθέγξασθαι ἁρμόττει πατὴρ ἀνουθέτηταἀνουθέτητα Wilamowitz. ἀνουθέτητος MSS. παῖδα νουθετεῖ. εἰ δ’ ἄρα καὶ εἰσὶ φύλακες οὗτοι, οὐκ εὐνοίᾳ τῇ πρὸς ἡμᾶς περιπαθεῖς, τῆς δὲ ὑμεδαπῆς ἀπωλείας ἐχόμενοι, κολάκων δίκην, ἐγχρίμπτονται τῷ βίῳ, δελεαζόμενοι καπνῷ. αὐτοί που ἐξομολογοῦνται οἱ δαίμονες τὴν γαστριμαργίαν τὴν αὑτῶν, λοιβῆς τε κνίσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς, λέγοντες. τίνα δ’ ἂν φωνὴν ἄλλην, εἰ φωνὴν λάβοιεν Αἰγυπτίων θεοί, οἷα αἴλουροι καὶ γαλαῖ, προήσονται ἢ τὴν Ὁμηρικήν τε καὶ ποιητικήν, τῆς κνίσης τε καὶ ὀψαρτυτικῆς φίλην; τοιοίδε μέντοι παρ’ ὑμῖν οἵ τε δαίμονες καὶ οἱ θεοὶ καὶ εἴ τινες ἡμίθεοι ὥσπερ ἡμίονοι κέκληνται· οὐδὲ γὰρ οὐδὲ ὀνομάτων ὑμῖν πενία πρὸς τὰς τῆς ἀσεβείας συνθέσεις.