Thesauros Edebiyat theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
3 Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαιμονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή· εἶτα δὲ μὴ ἀνακοπεῖσα, ἀλλ’ εἰς ἐπίδοσιν ἐλθοῦσα καὶ πολλὴ δὴ ῥυεῖσα, δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας θύουσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ νεὼς ἀνοικοδομοῦσα, τοὺςτοὺς Schwartz. οὕς MSS. δή—οὐδὲ γὰρ οὐδὲ τούτους σιωπήσομαι, πρὸς δὲ καὶ αὐτοὺς ἐξελέγξω—νεὼς μὲν εὐφήμως ὀνομαζομένους, τάφους δὲ γενομένους τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους. τουτέστι ... ἐπικεκλημένους Markland. ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι. ἐν τῷ νεῲ τῆς Ἀθηνᾶς ἐν Λαρίσῃ ἐν τῇ ἀκροπόλει τάφος ἐστὶν Ἀκρισίου, Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν. τί δὲ Ἐριχθόνιος; οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; ἸμμάραδοςἸμμάραδοςs from Pausanias i. 5. 2, etc. ἴμμαρος MSS. δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει; αἱ δὲ Κελεοῦ θυγατέρες οὐχὶ ἐν Ἐλευσῖνι τετάφαται; τί σοι καταλέγω τὰς ἐξ ἑξ from Eusebius, Praep. Ev. ii. 6. Ὑπερβορέων γυναῖκας; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον, ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν ἱερῷ. Λεάνδριος δὲ ΚλέοχονΚλέοχον Müller from Arnobius vi. 6 and Apollodorus iii. 1. 2. κλέαρχον MSS. ἐν Μιλήτῳ τεθάφθαι ἐν τῷ Διδυμαίῳ φησίν. ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ, ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται, οὐδὲ μὴν τὸν ἐν ΤελμησσῷΤελμησσῷ Stählin from Arnobius, and one MS. of Eusebius. τελμισσῷ MSS. βωμὸν τοῦ Ἀπόλλωνος· μνῆμα εἶναι καὶ τοῦτον ΤελμησσοῦΤελμησσοῦ Stählin. τελμισσοῦ MSS. τοῦ μάντεως ἱστοροῦσιν. Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ α τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς ʼΛφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους κεκηδεῦσθαι. ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδ’ ὁ πᾶς ἂν ἀρκέσαιἀρκέσαι from Eusebius. ἀρκέσῃ MSS. χρόνος· ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς ὄντως ὄντως Heyse. πεπιστευκότες περιέρχεσθε· ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμῶν εἰλύαται κεφαλαί.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi