Thesauros Edebiyat theology Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας

Προτρεπτικὸς πρὸς Ἕλληνας Clement of Alexandria, Saint approximately 150-approximately 215
10 Ἀλλ’ ἐκ πατέρων, φατέ, παραδεδομένον ἡμῖν ἔθος ἀνατρέπειν οὐκ εὔλογον. καὶ τί δὴ οὐχὶ τῇ πρώτῃ τροφῇ, τῷ γάλακτι, χρώμεθα, ᾧ δήπουθεν συνείθισαν ἡμᾶς ἐκ γενετῆς αἱ τίτθαι; τί δὲ αὐξάνομεν ἢ μειοῦμεν τὴν πατρῴαν οὐσίαν, καὶ οὐχὶ τὴν ἴσην, ὡς παρειλήφαμεν, διαφυλάττομεν; τί δὲ οὐκέτι τοῖς κόλποις τοῖς πατρῴοις ἐναποβλύζομεν, ἢ καὶ τὰ ἄλλα, ἃ νηπιάζοντες ὑπὸ μητράσιν τε ἐκτρεφόμενοι γέλωτα ὤφλομεν, ἐπιτελοῦμεν ἔτι, ἀλλὰ σφᾶς αὐτούς, καὶ εἰ μὴ παιδαγωγῶν ἐτύχομεν ἀγαθῶν, ἐπανωρθώσαμεν; εἶτα ἐπὶ τῶν πλόωνπλόων Cobet. παίδων Schwartz. παθῶν MSS. αἱ παρεκβάσεις καίτοι ἐπιζήμιοι καὶ ἐπισφαλεῖς οὖσαι, ὅμως γλυκεῖαί πως προσπίπτουσιν, ἐπὶ δὲ τοῦ βίου οὐχὶ τὸ ἔθος καταλιπόντεςκαταλιπόντες Cobet. καταλείποντες MSS. τὸ πονηρὸν καὶ ἐμπαθὲς καὶ ἄθεον, κἂν οἱ πατέρες χαλεπαίνωσιν, ἐπὶ τὴν ἀλήθειαν ἐκκλινοῦμεν καὶ τὸν ὄντως ὄντα πατέρα ἐπιζητήσομεν,ἐπιζητήσομεν Sylburg. ἐπιζητήσωμεν MSS. οἷον δηλητήριον φάρμακον τὴν συνήθειαν ἀπωσάμενοι; τοῦτ’ αὐτὸ γάρ τοι τὸ κάλλιστον τῶν ἐγχειρουμένων ἐστίν, ὑποδεῖξαι ὑμῖν ὡς ἀπὸ μανίας καὶ τοῦ τρισαθλίου τούτου ἔθους ἐμισήθη ἡ θεοσέβεια· οὐ γὰρ ἂν ἐμισήθη ποτὲ ἢ ἀπηγορεύθη ἀγαθὸν τοσοῦτον, οὗ μεῖζον οὐδὲν ἐκ θεοῦ δεδώρηταί πω τῇ τῶν ἀνθρώπων γενέσει, εἰ μὴ συναρπαζόμενοι τῷ ἔθει, εἶτα μέντοι ἀποβύσαντες τὰ ὦτα ἡμῖν, οἷον ἵπποι σκληραύχενες ἀφηνιάζοντες, τοὺς χαλινοὺς ἐνδακόντες, ἀπεφεύγετεἀπεφεύγετε ... ὑπελαμβάνετε Stählin. ἀποφεύγετε ... ὑπολαμβάνετε MSS. τοὺς λόγους, ἀποσείσασθαι μὲν τοὺς ἡνιόχους ὑμῶν τοῦ βίου ἡμᾶς ἐπιποθοῦντες, ἐπὶ δὲ τοὺς κρημνοὺς τῆς ἀπωλείας ὑπὸ τῆς ἀνοίας φερόμενοι ἐναγῆ τὸν ἅγιον ὑπελαμβάνετεἀπεφεύγετε ... ὑπελαμβάνετε Stählin. ἀποφεύγετε ... ὑπολαμβάνετε MSS. τοῦ θεοῦ λόγον. ἕπεται τοιγαροῦν ὑμῖν κατὰ τὸν Σοφοκλέα τὰ ἐπίχειρα τῆς ἐκλογῆς, νοῦς φροῦδος, ὦτ’ ἀχρεῖα, φροντίδες κεναί, καὶ οὐκ ἴστε ὡς παντὸς μᾶλλον τοῦτο ἀληθές, ὅτι ἄρα οἱ μὲν ἀγαθοὶ καὶ θεοσεβεῖς ἀγαθῆς τῆς ἀμοιβῆς τεύξονται τἀγαθὸν τετιμηκότες, οἱ δὲ ἐκ τῶν ἐναντίων πονηροὶ τῆς καταλλήλου τιμωρίας, καὶ τῷ γε ἄρχοντι τῆς κακίας ἐπήρτηται κόλασις. ἀπειλεῖ γοῦν αὐτῷ ὁ προφήτης Ζαχαρίας ἐπιτιμήσαι ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ· οὐκ ἰδοὺ τοῦτο δαλὸς ἐξεσπασμένος ἐκ πυρός; τίς οὖν ἔτι τοῖς ἀνθρώποις ὄρεξις ἔγκειται θανάτου ἑκουσίου; τί δὲ τῷ δαλῷ τῷ θανατηφόρῳ τούτῳ προσπεφεύγασιν, μεθ’ οὗ καταφλεχθήσονται, ἐξὸν βιῶναι καλῶς κατὰ τὸν θεόν, οὐ κατὰ τὸ ἔθος; θεὸς μὲν γὰρ ζωὴν χαρίζεται, ἔθος δὲ πονηρὸν μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν μετάνοιαν κενὴν ἅμα τιμωρίᾳ προστρίβεται, παθὼν δέ τε νήπιος ἔγνω, ὡς ἀπολλύει δεισιδαιμονία καὶ σῴζει θεοσέβεια. Ἰδέτω τις ὑμῶν τοὺς παρὰ τοῖς εἰδώλοις λατρεύοντας, κόμῃ ῥυπῶντας, ἐσθῆτι πιναρᾷ καὶ κατερρωγυίᾳ καθυβρισμένους, λουτρῶν μὲν παντάπασιν ἀπειράτους, ταῖς δὲ τῶν ὀνύχων ἀκμαῖς ἐκτεθηριωμένους, πολλοὺς δὲ καὶ τῶν αἰδοίων ἀφῃρημένους, ἔργῳ δεικνύντας τῶν εἰδώλων τὰ τεμένη τάφους τινὰς ἢ δεσμωτήρια· οὗτοί μοι δοκοῦσι πενθεῖν, οὐ θρῃσκεύειν τοὺς θεούς, ἐλέου μᾶλλον ἢ θεοσεβείας ἄξια πεπονθότες. καὶ ταῦτα ὁρῶντες ἔτι τυφλώττετε καὶ οὐχὶ πρὸς τὸν δεσπότην τῶν πάντων καὶ κύριον τῶν ὅλων ἀναβλέψετε; οὐχὶ δὲ καταφεύξεσθε, ἐκ τῶν ἐνταῦθα δεσμωτηρίων ἐκφεύγοντες, ἐπὶ τὸν ἔλεον τὸν ἐξ οὐρανῶν; ὁ γὰρ θεὸς ἐκ πολλῆς τῆς φιλανθρωπίας ἀντέχεται τοῦ ἀνθρώπου, ὥσπερ ἐκ καλιᾶς ἐκπίπτοντος νεοττοῦ ἡ μήτηρ ὄρνις ἐφίπταται· εἰ δέ που καὶ θηρίον ἑρπηστικὸν περιχάνοι τῷ νεοττῷ, μήτηρ δ’ ἀμφιποτᾶται ὀδυρομένη φίλα τέκνα· ὁ δὲ θεὸς πατὴρ καὶ ζητεῖ τὸ πλάσμα καὶ ἰᾶται τὸ παράπτωμα καὶ διώκει τὸ θηρίον καὶ τὸν νεοττὸν αὖθις ἀναλαμβάνει ἐπὶ τὴν καλιὰν ἀναπτῆναι παρορμῶν. εἶτα κύνες μὲν ἤδη πεπλανημένοι ὀδμαῖς ῥινηλατοῦντες ἐξίχνευσαν τὸν δεσπότην καὶ ἵπποι τὸν ἀναβάτην ἀποσεισάμενοι ἑνί που συρίγματι ὑπήκουσαν τῷ δεσπότῃ· ἔγνω δέ, φησί, βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω. τί οὖν ὁ κύριος; οὐ μνησικακεῖ, ἔτι ἐλεεῖ, ἔτι τὴν μετάνοιαν ἀπαιτεῖ. ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονόταςἐπιγεγονότας μσς. ἐπιγεγονότας Stählin. τοῦ θεοῦ καὶ παρ’ αὐτοῦ τὴν ψυχὴν εἰληφότας καὶ ὄντας ὅλως τοῦ θεοῦ ἑτέρῳ δουλεύειν δεσπότῃ, πρὸς δὲ καὶ θεραπεύειν ἀντὶ μὲν τοῦ βασιλέως τὸν τύραννον, ἀντὶ δὲ τοῦ ἀγαθοῦ τὸν πονηρόν. τίς γάρ, ὢ πρὸς τῆς ἀληθείας, σωφρονῶν γε τἀγαθὸν καταλείπων κακίᾳ σύνεστιν; τίς δὲ ὅστις τὸν θεὸν ἀποφεύγων δαιμονίοις συμβιοῖ; τίς δὲ υἱὸς εἶναι δυνάμενος τοῦ θεοῦ δουλεύειν ἥδεται; ἢ τίς οὐρανοῦ πολίτης εἶναι δυνάμενος ἔρεβος διώκει, ἐξὸν παράδεισον γεωργεῖν καὶ οὐρανὸν περιπολεῖν καὶ τῆς ζωτικῆς καὶ ἀκηράτου μεταλαμβάνειν πηγῆς, κατ’ ἴχνος ἐκείνης τῆς φωτεινῆς ἀεροβατοῦντα νεφέλης, ὥσπερ ὁ Ἡλίας, θεωροῦντα τὸν ὑετὸν τὸν τὸν inserted by Sylburg. σωτήριον; οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβόρους, τὰ ἡδονῆς ῥεύματα, καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυφάς, ὑώδεις τινὲς ἄνθρωποι. ὕες γάρ, φησίν, ἥδονται βορβόρῳ μᾶλλον ἢ καθαρῷ ὕδατι καὶ ἐπὶ φορυτῷ μαργαίνουσιν κατὰ Δημόκριτον. μὴ δῆτα οὖν, μὴ δῆτα ἐξανδραποδισθῶμεν μηδὲ ὑώδεις γενώμεθα, ἀλλ’ ὡς τέκνα φωτὸς γνήσια, ἀναθρήσωμεν καὶ ἀναβλέψωμεν εἰς τὸ φῶς, μὴ νόθους ἡμᾶς ἐξελέγξῃ ὁ κύριος ὥσπερ ὁ ἥλιος τοὺς ἀετούς. Μετανοήσωμεν οὖν καὶ μεταστῶμεν ἐξ ἀμαθίας εἰς ἐπιστήμην, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρασίας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀθεότητος εἰς θεόν. καλὸς ὁ κίνδυνος αὐτομολεῖν πρὸς θεόν. πολλῶν δὲ καὶ ἄλλων ἔστιν ἀπολαῦσαι ἀγαθῶν τοὺς δικαιοσύνης ἐραστάς, οἳ τὴν ἀίδιον διώκομεν σωτηρίαν, ἀτὰρ δὴ καὶ ὧν αὐτὸς αἰνίττεται ὁ θεὸς διὰ Ἡσαΐου λαλῶν ἔστι κληρονομία τοῖς θεραπεύουσι κύριον · καλή γε καὶ ἐράσμιος ἡ κληρονομία, οὐ χρυσίον, οὐκ ἄργυρος, οὐκ ἐσθής, τὰ τῆς γῆς,τὰ τῆς γῆς after ἐσθής Markland: after σὴς καὶ MSS.: καὶ τὰ τῆς γῆς Stählin. ἔνθα που σὴς καὶ λῃστής ποθ καταδύεται περὶ τὸν χαμαίζηλον πλοῦτον ὀφθαλμιῶν, ἀλλ’ ἐκεῖνος ὁ θησαυρὸς τῆς σωτηρίας, πρὸς ὅν γε ἐπείγεσθαι χρὴ φιλολόγους γενομένους, συναπαίρει δὲ ἡμῖν ἐνθένδε τὰ ἔργα τὰ ἀστεῖα καὶ συνίπταται τῷ τῆς ἀληθείας πτερῷ. Ταύτην ἡμῖν τὴν κληρονομίαν ἐγχειρίζει ἡ ἀίδιος διαθήκη τοῦ θεοῦ τὴν ἀίδιον δωρεὰν χορηγοῦσα· ὁ δὲ φιλόστοργος οὗτος ἡμῶν πατήρ, ὁ ὄντως πατήρ, οὐ παύεται προτρέπων, νουθετῶν, παιδεύων, φιλῶν· οὐδὲ γὰρ σῴζων παύεται, συμβουλεύει δὲ τὰ ἄριστα· δίκαιοι γένεσθε, λέγει κύριος· οἱ διψῶντες πορεύεσθε ἐφ’ ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσατε καὶ ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου. ἐπὶ τὸ λουτρόν, ἐπὶ τὴν σωτηρίαν, ἐπὶ τὸν φωτισμὸν παρακαλεῖ μονονουχὶ βοῶν καὶ λέγων· γῆν σοι δίδωμι καὶ θάλατταν, παιδίον, οὐρανόν τε καὶ τὰ ἐν αὐτοῖς πάντα ζῷά σοι χαρίζομαι· μόνον, ὦ παιδίον, δίψησον τοῦ πατρός, ἀμισθεί σοι δειχθήσεται ὁ θεός· οὐ καπηλεύεται ἡ ἀλήθεια, δίδωσί σοι καὶ τὰ πτηνὰ καὶ τὰ νηκτὰ καὶ τὰ ἐπὶ τῆς γῆς· ταῦτά σου ταῖς εὐχαρίστοις τρυφαῖς δεδημιούργηκεν ὁ πατήρ. ἀργυρίῳ μὲν ὠνήσεται ὁ νόθος, ὃς ἀπωλείας ἐστὶ παιδίον, ὃς μαμωνᾷ δουλεύειν προῄρηται, σοὶ δὲ τὰ σὰ ἐπιτρέπει, τῷ γνησίῳ λέγω,λέγω Stählin. λέγει MSS. τῷ φιλοῦντι τὸν πατέρα, δι’ ὃν ἔτι ἐργάζεται, ᾧ μόνῳ καὶ ὑπισχνεῖται λέγων· καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν · οὐ γὰρ κυροῦται τῇ φθορᾷ· ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ, ἔστι δὲ καὶ σή, ἐὰν ἀπολάβῃς τὸν θεόν. ὅθεν ἡ γραφὴ εἰκότως εὐαγγελίζεται τοῖς πεπιστευκόσιν· οἱ δὲ ἅγιοι κυρίου κληρονομήσουσι τὴν δόξαν τοῦ θεοῦ καὶ τὴν δύναμιν αὐτοῦ. ποίαν, ὦ μακάριε, δόξαν, εἰπέ μοι· ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη· καὶ χαρήσονται ἐπὶ τῇ βασιλείᾳ τοῦ κυρίου αὐτῶν εἰς τοὺς αἰῶνας, ἀμήν. ἔχετε, ὦ ἄνθρωποι, τὴν θείαν τῆς χάριτος ἐπαγγελίαν, ἀκηκόατε καὶ τὴν ἄλλην τῆς κολάσεως ἀπειλήν, δι’ ὧν ὁ κύριος σῴζει, φόβῳ καὶ χάριτι παιδαγωγῶν τὸν ἄνθρωπον· τί μέλλομεν; τί οὐκ ἐκκλίνομεν τὴν κόλασιν; τί οὐ καταδεχόμεθα τὴν δωρεάν; τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν καὶ ζωὴν ἀντικαταλλασσόμεθαἀντικαταλλασσόμεθα Heinsius. ἀντικαταλλασσόμενοι MSS. θανάτουθανάτου Mayor. θανάτῳ MSS.; ἰδοὺ τέθεικα πρὸ προσώπου ὑμῶν, φησί, τὸν θάνατον καὶ τὴν ζωήν. πειράζει σε ὁ κύριος ἐκλέξασθαι τὴν ζωήν, συμβουλεύει σοι ὡς πατὴρ πείθεσθαιπείθεσθαι Sylburg. πείθεσθε MSS. τῷ θεῷ. ἐὰν γὰρ ἀκούσητέ μου, φησί, καὶ θελήσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ὑπακοῆς ἡ χάρις· ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ θελήσητε, μάχαιρα ὑμᾶς καὶ πῦρ κατέδεται, παρακοῆς ἡ κρίσις. τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα· νόμος ἀληθείας λόγος κυρίου. Βούλεσθε ὑμῖν ἀγαθὸς γένωμαι σύμβουλος; ἀλλ̓ ὑμεῖς μὲν ἀκούσατε· ἐγὼ δέ, εἰ δυνατόν, ἐνδείξομαι. ἐχρῆν μὲν ὑμᾶς, ὦ ἄνθρωποι, αὐτοῦ πέρι ἐννοουμένους τοῦ ἀγαθοῦ ἔμφυτον ἐπάγεσθαι πίστιν, μάρτυρα ἀξιόχρεωνπίστιν, μάρτυρα ἀξιόχρεων Wilamowitz. μάρτυρα ἀξιόχρεων, πίστιν MSS. αὐτόθεν οἴκοθεν, περιφανῶς αἱρουμένην τὸ βέλτιστον, μηδὲ ζητεῖν ζητεῖν Mayor. Stählin retains ζητεῖν. and inserts τὸ δʼ ἀγαθὸν (Schwartz) before ἐκπονεῖν. εἰ μεταδιωκτέον ἐκπονεῖν. καὶ γὰρ εἴ τῳ μεθυστέον, φέρε εἰπεῖν, ἀμφιβάλλειν χρή· ὑμεῖς δὲ πρὶν ἢ ἐπισκέψασθαι μεθύετε· καὶ εἰ ὑβριστέον, οὐ πολυπραγμονεῖτε, ἀλλ’ ᾗᾗ Sylburg. ἤ MSS. τάχος ὑβρίζετε. μόνον δ’ ἄρα εἰ θεοσεβητέον, ζητεῖτε, καὶ εἰ τῷ σοφῷ τούτῳ δὴ δὴ Stählin. τῷ θεῷ καὶ τῷ Χριστῷ κατακολουθητέον, τοῦτο δὴδὴ Stählin. δὲ MSS. βουλῆς καὶ σκέψεως ἀξιοῦτε, οὐδ’ ὃ πρέπει θεῷ, ὅ τι ποτέ ἐστι, νενοηκότες. πιστεύσατε ἡμῖν κἂν ὡς μέθῃ, ἵνα σωφρονήσητε· πιστεύσατε κἂν ὡς ὕβρει, ἵνα ζήσητε. εἰ δὲ καὶ πείθεσθαι βούλεσθε τὴν ἐναργῆ τῶν ἀρετῶν ἐποπτεύσαντεςἐποπτεύσαντες Potter. ὑποπτεύσαντες MSS. πίστιν, φέρε ὑμῖν ἐκ περιουσίας τὴν περὶ τοῦ λόγου παραθήσομαι πειθώ. ὑμεῖς δέ, οὐ γὰρ τὰ πάτρια ὑμᾶς ἔτι τῆς ἀληθείας ἀπασχολεῖ ἔθη προκατηχημένους, ἀκούοιτ’ ἂν ἤδη τὸ μετὰ τοῦτο ὅπως ἔχει· καὶ δὴ μή τις ὑμᾶς τοῦδε τοῦ ὀνόματος αἰσχύνη προκαταλαμβανέτω, ἥτ̓ ἄνδρας μέγα σίνεται, παρατρέπουσα σωτηρίας. Ἀποδυσάμενοι δ’ οὖν περιφανῶς ἐν τῷ τῆς ἀληθείας σταδίῳ γνησίως ἀγωνιζώμεθα, βραβεύοντος μὲν τοῦ λόγου τοῦ ἁγίου, ἀγωνοθετοῦντος δὲ τοῦ δεσπότου τῶν ὅλων. οὐ γὰρ σμικρὸν ἡμῖν τὸ ἆθλον ἀθανασία πρόκειται. μὴ οὖν ἔτι φροντίζετε μηδὲ εἰ εἰ Kontos. ὀλίγον, τί ὑμᾶς ἀγορεύουσι σύρφακές τινες ἀγοραῖοι, δεισιδαιμονίας ἄθεοι χορευταί, ἀνοίᾳ καὶ παρανοίᾳ ἐς αὐτὸ ὠθούμενοι τὸ βάραθρον, εἰδώλων ποιηταὶ καὶ λίθων προσκυνηταί· οἵδε γὰρ ἀνθρώπους ἀποθεοῦν τετολμήκασι, τρισκαιδέκατον Ἀλέξανδρον τὸν Μακεδόνα ἀναγράφοντες θεόν, ὃν Βαβυλὼν ἤλεγξε νεκρόν. ἄγαμαι τοίνυν τὸν ΧῖονΧῖον Cobet. θεῖον MSS. σοφιστήν, Θεόκριτος ὄνομα αὐτῷ· μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπισκώπτων ὁ Θεόκριτος τὰς δόξας τὰς κενὰς τῶν ἀνθρώπων ἃς εἶχον περὶ θεῶν, πρὸς τοὺς πολίτας ἄνδρες, εἶπεν, θαρρεῖτε ἄχρις ἂν ὁρᾶτε τοὺς θεοὺς πρότερον τῶν ἀνθρώπων ἀποθνῄσκοντας. θεοὺς δὲ δὴ τοὺς ὁρατοὺς καὶ τὸν σύγκλυδα τῶν γενητῶν τούτων ὄχλον ὁ προσκυνῶν καὶ προσεταιριζόμενος, αὐτῶν ἐκείνων τῶν δαιμόνων ἀθλιώτερος μακρῷ. θεὸς γὰρ οὐδαμῇ οὐδαμῶς ἄδικος ὥσπερ οἱ δαίμονες, ἀλλ’ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν γένηται ὅτι δικαιότατος. βᾶτ’ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς, οἳ τὴν Διὸς γοργῶπιν ἘργάνηνἘργάνην from Plutarch, De Fortuna 99 A. ἐργάπην MSS. θεὸν στατοῖσι λίκνοις προστρέπεσθε,προστρέπεσθε Plutarch. προτρέπεσθε MSS. ἠλίθιοι τῶν λίθων δημιουργοί τε καὶ προσκυνηταί. ὁ Φειδίας ὑμῶν καὶ ὁ Πολύκλειτος ἡκόντων Πραξιτέλης τε αὖ καὶ Ἀπελλῆς καὶ ὅσοι τὰς βαναύσους μετέρχονται τέχνας, γήινοι γῆς ὄντες ἐργάται. τότε γὰρ φησί τις προφητεία δυστυχήσειν τὰ τῇδε πράγματα, ὅταν ἀνδριᾶσι πιστεύσωσιν. ἡκόντων οὖν αὖθις, οὐ γὰρ ἀνήσω καλῶν, οἱ μικροτέχναι. οὐδείς που τούτων ἔμπνουν εἰκόνα δεδημιούργηκεν, οὐδὲ μὴν ἐκ γῆς μαλθακὴν ἐμάλαξε σάρκα. τίς ἔτηξε μυελὸν ἢ τίς ἔπηξεν ὀστέα; τίς νεῦρα διέτεινενδιέτεινεν ἣ Wilamowitz.; τίς φλέβας ἐφύσησεν; τίς αἷμα ἐνέχεεν ἐν αὐταῖς ἢ τίς δέρμα περιέτεινεν; ποῦ δ’ ἄν τις αὐτῶν ὀφθαλμοὺς ποιήσαι βλέποντας; τίς ἐνεφύσησε ψυχήν; τίς δικαιοσύνην ἐδωρήσατο; τίς ἀθανασίαν ὑπέσχηται; μόνος ὁ τῶν ὅλων δημιουργός, ὁ ἀριστοτέχνας πατήρ, τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς ἡμᾶς Mayor. τὸν ἄνθρωπον ἔπλασεν· ὁ δὲ Ὀλύμπιος ὑμῶν, εἰκόνος εἰκών, πολύ τι τῆς ἀληθείας ἀπᾴδων, ἔργον ἐστὶ κωφὸν χειρῶν Ἀττικῶν. εἰκὼν μὲν γὰρ τοῦ θεοῦ ὁ λόγος αὐτοῦ ʽκαὶ υἱὸς τοῦ νοῦ γνήσιος ὁ θεῖος λόγος, φωτὸς ἀρχέτυπον φῶσ̓, εἰκὼν δὲ τοῦ λόγου ὁ ἄνθρωπος ὁ ὁ inserted by Mayor. ἀληθινός, ὁ νοῦς ὁ ἐν ἀνθρώπῳ, ὁ κατ’ εἰκόνα τοῦ θεοῦ καὶ καθ’ ὁμοίωσιν διὰ τοῦτο γεγενῆσθαι λεγόμενος, τῇ κατὰ καρδίαν φρονήσει τῷ θείῳ παρεικαζόμενος λόγῳ καὶ ταύτῃ λογικός. Ἀνθρώπου δὲ τοῦ ὁρωμένου τοῦ γηγενοῦς γήινος εἰκὼν τὰ ἀγάλματα τὰ ἀνδρείκελα καὶ καὶ inserted by Wilamowitz. πόρρω τῆς ἀληθείας ἐπίκαιρον ἐκμαγεῖον καταφαίνεται. οὐδὲν οὖν ἀλλ’ ἢ μανίας ἔμπλεως ὁ βίος ἔδοξέ μοι γεγονέναι, τοσαύτῃ σπουδῇ περὶ τὴν ὕλην καταγινόμενος. Ἐπιτέθραπταιἐπιτέθραπται Mayor. ἐπιτέτριπται MSS. δὲ ὑπὸ κενῆς δόξης ἡ συνήθεια δουλείας μὲν γεύσασα ὑμᾶς καὶ ἀλόγου περιεργασίας· νομίμων δὲ ἀνόμων καὶ ἀπατηλῶν ὑποκρίσεων ἄγνοια αἰτία, ἣ δὴ κατασκευὰς εἰσάγουσα εἰςκατασκευὰς εἰσάγουσα εἰς Schwartz. κατασκευσθεῖσα MSS. Stählin marks the passage as corrupt. τὸ τῶν ἀνθρώπων γένος κηρῶν ὀλεθρίων καὶ εἰδώλων ἐπιστυγῶν πολλὰς τῶν δαιμόνων ἐπινοήσασα μορφάς, κηλῖδα τοῖς ἑπομένοις αὐτῇ ἐναπεμάξατο θανάτου μακροῦ. λάβετε οὖν ὕδωρ λογικόν, λούσασθε οἱ μεμολυσμένοι, περιρράνατε αὑτοὺς ἀπὸ τῆς συνηθείας ταῖς ἀληθιναῖς σταγόσιν· καθαροὺς εἰς οὐρανοὺς ἀναβῆναι δεῖ. ἄνθρωπος εἶ, τὸ κοινότατον, ἐπιζήτησον τὸν δημιουργήσαντά σε· υἱὸς εἶ, τὸ ἰδιαίτατον, ἀναγνώρισον τὸν πατέρα· σὺ δὲ ἔτι ταῖς ἁμαρτίαις παραμένεις, προστετηκὼς ἡδοναῖς; τίνι λαλήσει κύριος ὑμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ; ὑμῶν ἐστιν, ἐὰν θελήσητε, τῶν πρὸς τὸν θεὸν τὴν προαίρεσιν ἐσχηκότων· ὑμῶν, ἐὰν ἐθελήσητε πιστεῦσαι μόνον καὶ τῇ συντομίᾳ τοῦ κηρύγματος ἕπεσθαι, ἧς ὑπακούσαντες οἱ Νινευῖται τῆς προσδοκηθείσης ἁλώσεως μετανοίᾳ γνησίῳ τὴν καλὴν ἀντικατηλλάξαντο σωτηρίαν. Πῶς οὖν ἀνέλθω, φησίν, εἰς οὐρανούς; ὁδός ἐστιν ὁ κύριος, στενὴ μέν, ἀλλ’ ἐξ οὐρανῶν, στενὴ μέν, ἀλλ’ εἰς οὐρανοὺς ἀναπέμπουσα· στενὴ ἐπὶ γῆς ὑπερορωμένη, πλατεῖα ἐν οὐρανοῖς προσκυνουμένη. εἶθ’ ὁ μὲν ἄπυστος τοῦ λόγου συγγνώμην τῆς πλάνης ἔχει τὴν ἄγνοιαν, ὁ δὲ εἰς ὦτα βαλλόμενος καὶ τῇ ψυχῇ παρὰ τῆς γνώμης φέρει τὴν ἀπείθειαν, καὶ ὅσῳ γε φρονιμώτερος εἶναι δόξει, πρὸς κακοῦ ἡ σύνεσις αὐτῷ, ὅτι τῇ φρονήσει κέχρηται κατηγόρῳ τὸ βέλτιστον οὐχ ἑλόμενος· πέφυκε γὰρ ὡςὡς Schwartz. ἄλλως MSS. ἄνθρωπος οἰκείως ἔχειν πρὸς θεόν. ὥσπερ οὖν τὸν ἵππον ἀροῦν οὐ βιαζόμεθα οὐδὲ τὸν ταῦρον κυνηγετεῖν, πρὸς ὃ πέφυκε δὲ ἕκαστον τῶν ζῴων περιέλκομεν, οὕτως ἀμέλει καὶ τὸν ἄνθρωπον ἐπὶ τὴν οὐρανοῦ γενόμενον θέαν, φυτὸν οὐράνιον ὡς ἀληθῶς, ἐπὶ τὴν γνῶσιν παρακαλοῦμεν τοῦ θεοῦ, τὸ οἰκεῖον αὐτοῦ καὶ ἐξαίρετον καὶ ἰδιωματικὸν παρὰ τὰ ἄλλα ζῷα κατειλημμένοι, αὔταρκες ἐφόδιον αἰώνων, θεοσέβειαν, παρασκευάζεσθαι συμβουλεύοντες. γεώργει, φαμέν, εἰ γεωργὸς εἶ, ἀλλὰ γνῶθι τὸν θεὸν γεωργῶν, καὶ πλεῖθιπλεῖθι Sylburg. πλῆθι MSS. ὁ τῆς ναυτιλίας ἐρῶν, ἀλλὰ τὸν οὐράνιον κυβερνήτην παρακαλῶν· στρατευόμενόν σε κατείληφεν ἡ γνῶσις· τοῦ δίκαια σημαίνοντος ἄκουε στρατηγοῦ. Καθάπερ οὖν κάρῳ καὶ μέθῃ βεβαρημένοι ἀνανήψατε καὶ διαβλέψαντες ὀλίγον ἐννοήθητε, τί θέλουσιν ὑμῖν οἱ προσκυνούμενοι λίθοι καὶ ἃ περὶ τὴν ὕλην κενοσπούδως δαπανᾶτε· εἰς ἄγνοιαν καὶ τὰ χρήματα καὶ τὸν βίον ὡς τὸ ζῆν ὑμῶν εἰς θάνατον καταναλίσκετε, τοῦτο μόνον τῆς ματαίας ὑμῶν ἐλπίδος εὑρόμενοι τὸ πέρας, οὐδὲ αὑτοὺς οἷοί τε ὄντες οἰκτεῖραι, ἀλλ’ οὐδὲ τοῖς κατελεῶσιν ὑμᾶς τῆς πλάνης ἐπιτήδειοι πείθεσθαι γίνεσθε, συνηθείᾳ κακῇ δεδουλωμένοι, ἧς ἀπηρτημένοι αὐθαίρετοι μέχρι τῆς ἐσχάτης ἀναπνοῆς εἰς ἀπώλειαν ὑποφέρεσθε· ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς, ἐξὸν ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ δὲ καὶ αὐτὸς πλάζομαι; οὐ βούλεσθε οὖν τὰς φαντασίας ταύτας τὰς κενὰς ἀπορρίψαντες τῇ συνηθείᾳ αὐτῇ ἀποτάξασθαι, κενοδοξίᾳ ἐπιλέγοντες· ψευδεῖς ὄνειροι χαίρετ̓, οὐδὲν ἦτ’ ἄρα; Τί γὰρ ἡγεῖσθε, ὦ ἄνθρωποι, τὸν ΤύχωναΤύχωνα Meurs (see Hesychius s.v.). τυφῶνα MSS. Ἑρμῆν καὶ τὸν ἈνδοκίδουἈνδοκίδου Heinsius. ἀνδοκίδην MSS. καὶ τὸν Ἀμύητον; ἦ παντί τῳ δῆλον ὅτι λίθους, ὥσπερ καὶ αὐτὸν αὐτὸν inserted by Mayor. τὸν Ἑρμῆν. ὡς δὲ οὐκ ἔστι θεὸς ἡ ἅλως καὶ ὡς οὐκ ἔστι θεὸς ἡ ἶρις, ἀλλὰ πάθη ἀέροςἀέρος Markland. ἀέρων MSS. καὶ νεφῶν, καὶ ὃν τρόπον οὐκ ἔστιν ἡμέρα θεός, οὐδὲ μὴν οὐδὲ ἐνιαυτὸς οὐδὲ χρόνος ὁ ἐκ τούτων συμπληρούμενος, οὕτως οὐδὲ ἥλιος οὐδὲ σελήνη, οἷς ἕκαστον τῶν προειρημένων διορίζεται. τίς ἂν οὖν τὴν εὔθυναν καὶ τὴν κόλασιν καὶ τὴν δίκην καὶ τὴν νέμεσιν εὖ φρονῶν ὑπολάβοι θεούς; οὐδὲ γὰρ οὐδ’ ἐρινῦς οὐδὲ μοῖραι οὐδὲ εἱμαρμένη, ἐπεὶ μηδὲ πολιτεία μηδὲ δόξα μηδὲ πλοῦτος θεοί, ὃν καὶ ζωγράφοι τυφλὸν ἐπιδεικνύουσιν· εἰ δὲ αἰδῶ καὶ ἔρωτα καὶ ἀφροδίτην ἐκθειάζετε, ἀκολουθούντων αὐτοῖς αἰσχύνη καὶ ὁρμὴ καὶ κάλλος καὶ συνουσία. οὔκουν ἔτ’ ἂν εἰκότως ὕπνος καὶ θάνατος θεὼ διδυμάονε παρ’ ὑμῖν νομίζοιντο, πάθη ταῦτα περὶ τὰ ζῷα συμβαίνοντα φυσικῶς· οὐδὲ μὴν κῆρα οὐδε εἱμαρμένην οὐδὲ μοίρας θεὰς ἐνδίκως ἐρεῖτε. εἰ δὲ ἔρις καὶ μάχη οὐ θεοί, οὐδὲ Ἄρης οὐδὲ Ἐνυώ. ἔτι τε εἰ εἰ inserted by Sylburg. αἱ ἀστραπαὶ καὶ οἱ κεραυνοὶ καὶ οἱ ὄμβροι οὐ θεοί, πῶς τὸ πῦρ καὶ τὸ ὕδωρ θεοί; πῶς δὲ καὶ οἱ διᾴσσοντες καὶ οἱ κομῆται διὰ πάθος ἀέρος γεγενημένοι; ὁ δὲ τὴν τύχην θεὸν λέγων καὶ τὴν πρᾶξιν λεγέτω θεόν. εἰ δὴ οὖν τούτων οὐδὲ ἓν θεὸς εἶναι νομίζεται οὐδὲ μὴν ἐκείνων τῶν χειροκμήτων καὶ ἀναισθήτων πλασμάτων, πρόνοια δέ τις περὶ ἡμᾶς καταφαίνεται δυνάμεως θεῖκῆς, λείπεται οὐδὲν ἄλλο ἢ τοῦτο ὁμολογεῖν, ὅτι ἄρα ὄντως μόνος ἔστι τε καὶ ὑφέστηκεν ὁ μόνος ὄντως ὑπάρχων θεός. Ἀλλὰ γὰρ μανδραγόραν ἤ τι ἄλλο φάρμακον πεπωκόσιν ἀνθρώποις ἐοίκατε οἱἐοίκατε οἱ Schwartz. ἐοίκασιν MSS. ἀνόητοι, θεὸς δὲ ὑμῖν ἀνανῆψαι δοίη ποτὲ τοῦδε τοῦ ὕπνου καὶ συνιέναι θεὸν μηδὲ χρυσὸν ἢ λίθον ἢ δένδρον ἢ πρᾶξιν ἢ πάθος ἢ νόσον ἢ φόβον ἰνδάλλεσθαι ὡς θεόν. τρὶς γὰρ μύριοί εἰσιν ὡς ἀληθῶς ἐπὶ χθονὶ πουλυβοτείρῃ δαίμονες οὐκ ἀθάνατοι οὐδὲ μὴν θνητοί ʽοὐδὲ γὰρ αἰσθήσεως, ἵνα καὶ θανάτου, μετειλήφασιν̓, λίθινοι δὲ καὶ ξύλινοι δεσπόται ἀνθρώπων, ὑβρίζοντες καὶ παρασπονδοῦντες τὸν βίον διὰ τῆς συνηθείας. ἡ γῆ δὲ τοῦ κυρίου, φησί, καὶ τὸ πλήρωμα αὐτῆς· εἶτα τί τολμᾷς ἐν τοῖς τοῦ κυρίου τρυφῶν ἀγνοεῖν τὸν δεσπότην; κατάλειπε τὴν γῆν τὴν ἐμήν, ἐρεῖ σοι ὁ κύριος, μὴ θίγῃς τοῦ ὕδατος ὃ ἐγὼ ἀναδίδωμι, τῶν καρπῶν ὧν ἐγὼ γεωργῶ μὴ μεταλάμβανε· ἀπόδος, ἄνθρωπε, τὰ τροφεῖα τῷ θεῷ· ἐπίγνωθί σου τὸν δεσπότην· ἴδιον εἶ πλάσμα τοῦ θεοῦ· τὸ δὲ οἰκεῖον αὐτοῦ πῶς ἂν ἐνδίκως ἀλλότριον γένοιτο; τὸ γὰρ ἀπηλλοτριωμένον στερόμενον τῆς οἰκειότητος στέρεται τῆς ἀληθείας. ἦ γὰρ οὐχ ᾗ Νιόβη τρόπον τινά, μᾶλλον δὲ ἵνα μυστικώτερον πρὸς ὑμᾶς ἀποφθέγξωμαι, γυναικὸς τῆς Ἑβραίας δίκην ʽΛὼτ ἐκάλουν αὐτὴν οἱ παλαιοἲ εἰς ἀναισθησίαν μετατρέπεσθε; λελιθωμένην ταύτην παρειλήφαμεν τὴν γυναῖκα διὰ τὸ Σοδόμων ἐρᾶν· Σοδομῖται δὲ οἱ ἄθεοι καὶ οἱ πρὸς τὴν ἀσέβειαν ἐπιστρεφόμενοι σκληροκάρδιοί τε καὶ ἠλίθιοι. ταύτας οἴου θεόθεν ἐπιλέγεσθαί σοι τὰς φωνάς· μὴ γὰρ οἴου λίθους μὲν εἶναι ἱερὰ καὶ ξύλα καὶ ὄρνεα καὶ ὄφεις, ἀνθρώπους δὲ μή· πολὺ δὲ τοὐναντίον ἱεροὺς μὲν ὄντως τοὺς ἀνθρώπους ὑπολάμβανε,ὑπολάμβανε Markland. ὑπολαμβάνετε MSS. τὰ δὲ θηρία καὶ τοὺς λίθους ὅπερ εἰσίν. οἱ γάρ τοι δείλαιοι τῶν ἀνθρώπων καὶ ἄθλιοι διὰ μὲν κόρακος καὶ κολοιοῦ νομίζουσι τὸν θεὸν ἐμβοᾶν, διὰ δὲ ἀνθρώπου σιωπᾶν, καὶ τὸν μὲν κόρακα τετιμήκασιν ὡς ἄγγελον θεοῦ, τὸν δὲ ἄνθρωπον τοῦ θεοῦ διώκουσιν, οὐ κρῴζοντα, οὐ κλώζοντα, φθεγγόμενον δέ· οἴμοι, λογικῶς καὶ φιλανθρώπως κατηχοῦντα ἀποσφάττειν ἀπανθρώπως ἐπιχειροῦσιν, ἐπὶ τὴν δικαιοσύνην καλοῦντα, οὔτε τὴν χάριν τὴν ἄνωθεν ἀπεκδεχόμενοι οὔτε τὴν κόλασιν ἐκτρεπόμενοι. οὐ γὰρ πιστεύουσι τῷ θεῷ οὐδὲ ἐκμανθάνουσι τὴν δύναμιν αὐτοῦ. Οὗ δὲ ἄρρητος ἡ φιλανθρωπία, τούτου ἀχώρητος ἡ μισοπονηρία. τρέφει δὲ ὁ μὲν θυμὸς τὴν κόλασιν ἐπὶ ἁμαρτίᾳ, εὖ ποιεῖ δὲ ἐπὶ μετανοίᾳ ἡ φιλανθρωπία. οἰκτρότατον δὲ τὸ στέρεσθαι τῆς παρὰ τοῦ θεοῦ ἐπικουρίας. ὀμμάτων μὲν οὖν ἡ πήρωσις καὶ τῆς ἀκοῆς ἡ κώφωσις ἀλγεινοτέρα παρὰ τὰς λοιπὰς τοῦ πονηροῦ πλεονεξίας· ἡ μὲν γὰρ αὐτῶν ἀφῄρηται τῆς οὐρανίου προσόψεως, ἡ δὲ τῆς θείας μαθήσεως ἐστέρηται. ὑμεῖς δὲ πρὸς τὴν ἀλήθειαν ἀνάπηροι καὶ τυφλοὶ μὲν τὸν νοῦν, κωφοὶ δὲ τὴν σύνεσιν ὄντες οὐκ ἀλγεῖτε, οὐκ ἀγανακτεῖτε, οὐ τὸν οὐρανὸν ἰδεῖν καὶ τὸν τοῦ οὐρανοῦ ποιητὴν ἐπεθυμήσατε, οὐδὲ τὸν τῶν πάντων δημιουργὸν καὶ πατέρα ἀκοῦσαι καὶ μαθεῖν ἐξεζητήσατε, τὴν προαίρεσιν τῇ σωτηρίᾳ συνάψαντες· ἐμποδὼν γὰρ ἵσταται οὐδὲν τῷ σπεύδοντι πρὸς γνῶσιν θεοῦ, οὐκ ἀπαιδευσία,ἀπαιδευσία Hopfenmiiller. ἀπαιδία MSS. οὐ πενία, οὐκ ἀδοξία, οὐκ ἀδοξία, οὐκ ἀκτημοσύνη· οὐδέ τις τὴν ὄντως ἀληθῆ σοφίαν χαλκῷ δῃώσας μεταλλάξαι εὔχεται οὐδὲ σιδήρῳ· εὖ γάρ τοι παντὸς μᾶλλον τοῦτο εἴρηται· ὁ χρηστόςχρηστός Blass (from Stobacus, Flor. 37. 6). χριστός MSS. ἐστι πανταχοῦ σωτήριος· ὁ γὰρ τοῦ δικαίου ζηλωτής, ὡς ἂν τοῦ ἀνενδεοῦς ἐραστής, ὀλιγοδεής, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν αὐτῷ καὶ καὶ Barnard. ἐν αὑτῷ καὶ Dindorf. τῷ θεῷ τὸ μακάριον θησαυρίσας, ἔνθα οὐ σής, οὐ λῃστής, οὐ πειρατής, ἀλλ’ ὁ τῶν ἀγαθῶν ἀίδιος δοτήρ. ἄρα οὖν εἰκότως ὡμοίωσθε τοῖς ὄφεσιν ἐκείνοις, οἷς τὰ ὦτα πρὸς τοὺς κατεπᾴδοντας ἀποκέκλεισται. θυμὸς γὰρ αὐτοῖς, φησὶν ἡ γραφή, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται ακούσεται φωνῆς ἐπᾳδόντων. ἀλλ’ ὑμεῖς γε κατεπᾴσθητε τὴν ἀγριότηταἀγριότητα Heyse. ἁγιότητα MSS. καὶ παραδέξασθε τὸν ἥμερον καὶ ἡμέτερον λόγον καὶ τὸν ἰὸν ἀποπτύσατε τὸν δηλητήριον, ὅπως ὅτι μάλιστα ὑμῖν τὴν φθοράν, ὡς ἐκείνοις τὸ γῆρας, ἀποδύσασθαι δοθῇ. Ἀκούσατέ μου καὶ μὴ τὰ ὦτα ἀποβύσητε μηδὲ τὰς ἀκοὰς ἀποφράξητε, ἀλλ’ εἰς νοῦν βάλεσθε τὰ λεγόμενα. καλόν ἐστι τὸ φάρμακον τῆς ἀθανασίας· στήσατέ ποτε τοὺς ὁλκοὺς τοὺς ἑρπηστικούς. οἱ γὰρ ἐχθροὶ κυρίου χοῦν λείξουσι, φησίν ἡ γραφὴ λέγει ἡ γραφὴ λέγει Mayor. ἀνανεύσατε τῆς γῆς εἰς αἰθέρα, ἀναβλέψατε εἰς οὐρανόν, θαυμάσατε, παύσασθε καραδοκοῦντες τῶν δικαίων τὴν πτέρναν καὶ τὴν ὁδὸν τῆς ἀληθείας ἐμποδίζοντες· φρόνιμοι γένεσθε καὶ ἀβλαβεῖς· τάχα που ὁ κύριος ἁπλότητος ὑμῖν δωρήσεται πτερόν ʽπτερῶσαι προῄρηται τοὺς γηγενεῖσ̓, ἵνα δὴ τοὺς χηραμοὺς καταλείποντες οἰκήσητε τοὺς οὐρανούς. μόνον ἐξ ὅλης καρδίας μετανοήσωμεν, ὡς ὅλῃ καρδίᾳ δυνηθῆναι χωρῆσαι τὸν θεόν. ἐλπίσατε ἐπ’ αὐτόν, φησί, πᾶσα συναγωγὴ λαοῦ, ἐκχέετε ἐνώπιον αὐτοῦ πάσας τὰς καρδίας ὑμῶν. πρὸς τοὺς κενοὺς τῆς πονηρίας λέγει· ἐλεεῖ καὶ δικαιοσύνης πληροῖ· πίστευσον, ἄνθρωπε, ἀνθρώπῳ καὶ θεῷ· πίστευσον, ἄνθρωπε, τῷ παθόντι καὶ προσκυνουμένῳ. θεῷ ζῶντι πιστεύσατε οἱ δοῦλοι τῷ νεκρῷ· πάντες ἄνθρωποι πιστεύσατε μόνῳ τῷ πάντων ἀνθρώπων θεῷ· πιστεύσατε καὶ μισθὸν λάβετε σωτηρίαν· ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν. ὁ ἐκζητῶν τὸν θεὸν τὴν ἰδίαν πολυπραγμονεῖ σωτηρίαν· εὗρες τὸν θεόν, ἔχεις τὴν ζωήν. ζητήσωμεν οὖν, ἵνα καὶ ζήσωμεν. ὁ μισθὸς τῆς εὑρέσεως ζωὴ παρὰ θεῷ. ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ θεός. καλὸς ὕμνος τοῦ θεοῦ ἀθάνατος ἄνθρωπος, δικαιοσύνῃ οἰκοδομούμενος, ἐν ᾧ τὰ λόγια τῆς ἀληθείας ἐγκεχάρακται. ποῦ γὰρ ἀλλαχόθι ἢ ἐν σώφρονι ψυχῇ δικαιοσύνην ἐγγραπτέον; ποῦ ἀγάπην; αἰδῶ δὲ ποῦ; πραότητα δὲ ποῦ; ταύτας, οἶμαι, τὰς θείας γραφὰς ἐναποσφραγισαμένους χρὴ τῇ ψυχῇ καλὸν ἀφετήριον σοφίαν ἡγεῖσθαι τοῖς ἐφ’ ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴντὴν αὐτὴν Mayor. τὸν αὐτὸν MSS. ἀκύμονα σωτηρίας σοφίαν νομίζειν· δι’ ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ πατρὶ προσδεδραμηκότες, ἀγαθοὶ δὲ γονεῦσιν υἱοὶγονεῦσιν υἱοὶ Potter. γονεῖς υἱάσιν MSS. οἱ τὸν υἱὸν νενοηκότες, ἀγαθοὶ δὲ ἄνδρες γυναικῶν οἱ μεμνημένοι τοῦ νυμφίου, ἀγαθοὶ δὲ οἰκετῶν δεσπόται οἱ τῆς ἐσχάτης δουλείας λελυτρωμένοι. Ὢ μακαριώτερα τῆς ἐν ἀνθρώποις πλάνης τὰ θηρία· ἐπινέμεται τὴν ἄγνοιαν, ὡς ὑμεῖς, οὐχ ὑποκρίνεται δὲ τὴν ἀλήθειαν· οὐκ ἔστι παρ’ αὐτοῖς κολάκων γένη, οὐ δεισιδαιμονοῦσιν ἰχθύες, οὐκ εἰδωλολατρεῖ τὰ ὄρνεα, ἕνα μόνον ἐκπλήττεται τὸν οὐρανόν, ἐπεὶ θεὸν νοῆσαι μὴ δύναται ἀπηξιωμένα τοῦ λόγου. εἶτ’ οὐκ αἰσχύνεσθε καὶ τῶν ἀλόγων σφᾶς αὐτοὺς ἀλογωτέρους πεποιηκότες, οἳ διὰ τοσούτων ἡλικιῶν ἐν ἀθεότητι κατατέτριφθε; παῖδες γεγόνατε, εἶτα μειράκια, εἶτα ἔφηβοι, εἶτα ἄνδρες, χρηστοὶ δὲ οὐδέποτε. κἂν τὸ γῆρας αἰδέσθητε, ἐπὶ δυσμαῖς τοῦ βίου γενόμενοι σωφρονήσατε, κἂν ἐπὶ τέλει τοῦ βίου τὸν θεὸν ἐπίγνωτε, ὡς δὴ τὸ τέλος ὑμῖν τοῦ βίου ἀρχὴν ἀναλάβοι σωτηρίας. γηράσατεἐγηράσατε Wilamowitz: Stählin. πρὸς δεισιδαιμονίαν, νέοι ἀφίκεσθε πρὸς θεοσέβειαν· παῖδας ἀκάκους ἐγκρινεῖ θεός. ὁ μὲν οὖν Ἀθηναῖος τοῖς Σόλωνος ἑπέσθω νόμοις καὶ ὁ Ἀργεῖος τοῖς Φορωνέως καὶ ὁ Σπαρτιάτης τοῖς Λυκούργου, εἰ δὲ σεαυτὸν ἀναγράφεις τοῦ θεοῦ, οὐρανὸς μέν σοι ἡ πατρίς, ὁ δὲ θεὸς νομοθέτης. τίνες δὲ καὶ οἱ νόμοι; οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, ἀγαπήσεις κύριον τὸν θεόν σου. εἰσὶ δὲ καὶ τούτων τὰ παραπληρώματα, λόγιοι νόμοι καὶ ἅγιοι λόγοι ἐν αὐταῖς ἐγγραφόμενοι ταῖς καρδίαις· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καὶ τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ οὐκ ἐπιθυμήσεις, ἐπιθυμίᾳ γὰρ μόνῃ μεμοίχευκας. πόσῳ γοῦν ἄμεινον τοῖς ἀνθρώποις τοῦ τυγχάνειν τῶν ἐπιθυμιῶν ἀρχὴν μηδὲ ἐπιθυμεῖν ἐθέλειν ὧν μὴ δεῖ. Ἀλλ’ ὑμεῖς μὲν τὸ αὐστηρὸν τῆς σωτηρίας ὑπομένειν οὐ καρτερεῖτε, καθάπερ δὲ τῶν σιτίων τοῖς γλυκέσιν ἡδόμεθα διὰ τὴν λειότητα τῆς ἡδονῆς προτιμῶντες, ἰᾶται δὲ ἡμᾶς καὶ ὑγιάζει τὰ πικρὰ τραχύνοντα τὴν αἴσθησιν, ἀλλὰ τοὺς ἀσθενεῖς τὸν στόμαχον ῥώννυσιν ἡ τῶν φαρμάκων αὐστηρία, οὕτως ἥδει μὲν καὶ γαργαλίζει ἡ συνήθεια, ἀλλ’ ἡ μὲν εἰς τὸ βάραθρον ὠθεῖ, ἡ συνήθεια, ἡ δὲ εἰς οὐρανὸν ἀνάγει, ἡ ἀλήθεια, τραχεῖα μὲν τὸ πρῶτον, ἀλλ’ ἀγαθὴ κουροτρόφος · καὶ σεμνὴ μὲν ἡ γυναικωνῖτις αὕτη, σώφρων δὲ ἡ γερουσία· οὐδέ ἐστι δυσπρόσιτος οὐδὲ ἀδύνατος λαβεῖν, ἀλλ’ ἔστιν ἐγγυτάτω ἔνοικοςἔνοικος Markland. ἐν οἴκοις MSS. ἡμῶν, ᾗ φησιν αἰνιττόμενος ὁ πάνσοφος Μωυσῆς, τρισὶ τοῖς καθ’ ἡμᾶς ἐνδιαιτωμένη μέρεσι, χερσὶ καὶ στόματι καὶ καρδίᾳ. σύμβολον τοῦτο γνήσιον τρισὶ τοῖς πᾶσι συμπληρουμένης τῆς ἀληθείας, βουλῇ καὶ πράξει καὶ λόγῳ· μηδὲ γὰρ τόδε δείμαινε, μή σε τὰ πολλὰ καὶ ἐπιτερπῆ φανταζόμεναφανταζόμενα Stählin. φανταζόμενον MSS. ἀφέληται σοφίας· αὐτὸς ἑκὼν ὑπερβήσῃ τὸν λῆρον τῆς συνηθείας, καθάπερ καὶ οἱ παῖδες τὰ ἀθύρματα ἄνδρες γενόμενοι ἀπέρριψαν. τάχει μὲν δὴ ἀνυπερβλήτῳ εὐνοίᾳ τε εὐπροσίτῳ ἡ δύναμις ἡ θεϊκὴ ἐπιλάμψασα τὴν γῆν σωτηρίου σπέρματος ἐνέπλησε τὸ πᾶν. οὐ γὰρ ἂν οὕτως ἐν ὀλίγῳ χρόνῳ τοσοῦτον ἔργον ἄνευ θείας κομιδῆς ἐξήνυσεν ὁ κύριος, ὄψει καταφρονούμενος, ἔργῳ προσκυνούμενος, ὁ καθάρσιος καὶ σωτήριος καὶ μειλίχιος, ὁ θεῖος λόγος, ὁ φανερώτατος ὄντως θεός, ὁ τῷ δεσπότῃ τῶν ὅλων ἐξισωθείς, ὅτι ἦν υἱὸς αὐτοῦ καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ, οὔθ’ ὅτε τὸ πρῶτον προεκηρύχθη, ἀπιστηθείς, οὔθ’ ὅτε τὸ ἀνθρώπου προσωπεῖον ἀναλαβὼν καὶ σαρκὶ ἀναπλασάμενος τὸ σωτήριον δρᾶμα τῆς ἀνθρωπότητος ὑπεκρίνετο, ἀγνοηθείς· γνήσιος γὰρ ἦν ἀγωνιστὴς καὶ τοῦ πλάσματος συναγωνιστής, τάχιστα δὲ εἰς πάντας ἀνθρώπους διαδοθεὶς θᾶττον ἡλίου ἐξ αὐτῆς ἀνατείλας τῆς πατρικῆς βουλήσεως, ῥᾷστα ἡμῖν ἐπέλαμψε τὸν θεόν, ὅθεν τε ἦν αὐτὸς καὶ ὃς ἦν, δι’ ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παραστησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς χεόμενος, δι’ ὃν ὡς ἔπος εἰπεῖν τὰ πάντα ἤδη πέλαγος γέγονεν ἀγαθῶν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi