1
Εἶτ’ οὐκ ἄτοπον, ὦ φίλοι, τὸν μὲν θεὸν ἀεὶ προτρέπειν ἡμᾶς ἐπ’ ἀρετήν, ἡμᾶς δὲ ἀναδύεσθαι τὴν ὠφέλειαν καὶ ἀναβάλλεσθαι τὴν σωτηρίαν; ἦ γὰρ οὐχὶ καὶ Ἰωάννης ἐπὶ σωτηρίαν παρακαλεῖ καὶ τὸ πᾶν γίνεται φωνὴ προτρεπτική; πυθώμεθα τοίνυν αὐτοῦ· τίς πόθεν εἶς ἀνδρῶν; Ἡλίας μὲν οὐκ ἐρεῖ, Χριστὸς δὲ εἶναι ἀρνήσεται· φωνὴ δὲ ὁμολογήσει ἐν ἐρήμῳ βοῶσα. τίς οὖν ἔστιν Ἰωάννης; ὡς τύπῳ λαβεῖν, ἐξέστω εἰπεῖν, φωνὴ τοῦ λόγου προτρεπτικὴ ἐν ἐρήμῳ βοῶσα. τί βοᾷς, ὦ φωνή; εἰπὲ καὶ ἡμῖν. εὐθείας ποιεῖτε τὰς ὁδοὺς κυρίου. πρόδρομος Ἰωάννης καὶ ἡ φωνὴ πρόδρομος τοῦ λόγου, φωνὴ παρακλητική, προετοιμάζουσα εἰς σωτηρίαν, φωνὴ προτρέπουσα εἰς κληρονομίαν οὐρανῶν· δι’ ἣν ἡ στεῖρα καὶ ἔρημος ἄγονος οὐκέτι.