Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

22.150 Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφει· κατηκολούθηκε δὲ καὶ ὁ Πλάτων τῇ καθ’ ἡμᾶς νομοθεσίᾳ, καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ λεγομένων. διηρμήνευται δὲ πρὸ Δημητρίου ὑφ’ ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις· ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά (γέγονε γὰρ πολυμαθής), καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ’ ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν. Νουμήνιος δὲ ὁ Πυθαγόρειος φιλόσοφος ἄντικρυς γράφει· τί γάρ ἐστι Πλάτων ἢ Μωυσῆς ἀττικίζων; οὗτος ὁ Μωυσῆς θεολόγος καὶ προφήτης, ὡς δέ τινες νόμων ἱερῶν ἑρμηνεὺς ἦν. τὸ γένος αὐτοῦ καὶ τὰς πράξεις καὶ τὸν βίον ἀξιόπιστοι κηρύσσουσαι αὐταὶ αἱ γραφαί, λεκτέον δὲ ὅμως καὶ ἡμῖν ὡς ὅτι μάλιστα δἰ ὀλίγων.
23.151 Μωυσῆς οὖν ἄνωθεν τὸ γένος Χαλδαῖος ὢν ἐν Αἰγύπτῳ γεννᾶται, τῶν προγόνων αὐτοῦ διὰ πολυχρόνιον λιμὸν ἐκ Βαβυλῶνος εἰς Αἴγυπτον μεταναστάντων. ἑβδόμῃ γενεᾷ γεννηθεὶς καὶ τραφεὶς βασιλικῶς περιστάσει κέχρηται τοιαύτῃ. εἰς πολυανθρωπίαν ἐπιδεδωκότων ἐν Αἰγύπτῳ τῶν Ἑβραίων δείσας ὁ βασιλεὺς τῆς χώρας τὴν ἐκ τοῦ πλήθους ἐπιβουλὴν τῶν γεννωμένων ἐκ τῶν Ἑβραίων κελεύει τὰ μὲν θήλεα τρέφειν αὐτούς (ἀσθενὲς γὰρ εἰς πόλεμον γυνή), διαφθείρειν δὲ τὰ ἄρρενα εὐαλκῆ νεότητα ὑφορώμενος. εὐπατρίδην δὲ τὸν παῖδα ὄντα τρεῖς ἐφεξῆς κρύπτοντες ἔτρεφον μῆνας οἱ γονεῖς νικώσης τῆς φυσικῆς εὐνοίας τὴν τυραννικὴν ὠμότητα, δείσαντες δὲ ὕστερον μὴ συναπόλωνται τῷ παιδί, ἐκ βίβλου τῆς ἐπιχωρίου σκεῦός τι ποιησάμενοι τὸν παῖδα ἐνθέμενοι ἐκτιθέασι παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἑλώδους ὄντος, ἐπετήρει δὲ τὸ ἀποβησόμενον ἄπωθεν ἑστῶσα τοῦ παιδὸς ἡ ἀδελφή.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi