Kitap 1
24.159
τετάρτη δὲ ἡ πασῶν κακίστη ἡ κατὰ τὰς ἐπιθυμίας τάττεται βασιλεία, ὡς ἡ Σαρδαναπάλλου καὶ τῶν τὸ τέλος ποιουμένων ταῖς ἐπιθυμίαις. ὡς πλείστα χαρίζεσθαι. τοῦ δὴ βασιλικοῦ τοῦ τε κατ’ ἀρετὴν νικῶντος καὶ τοῦ κατὰ βίαν ὄργανον τὸ τακτικόν, ἄλλο δὲ κατ’ ἄλλην φύσιν τε καὶ ὕλην. ἐν μέν γε ὅπλοις καὶ τοῖς μαχίμοις ζῴοις δἰ ἐμψύχων τε καὶ ἀψύχων ψυχὴ τὸ τάττον ἐστὶ καὶ νοῦς, ἐν δὲ τοῖς τῆς ψυχῆς πάθεσιν, ὧν ἐπικρατοῦμεν τῇ ἀρετῇ, λογισμός ἐστι τὸ τακτικόν, ἐπισφραγιζόμενος ἐγκράτειαν καὶ σωφροσύνην μεθ’ ὁσιότητος καὶ γνῶσιν ἀγαθὴν μετ’ ἀληθείας, τὸ τέλος εἰς εὐσέβειαν ἀναφέρων θεοῦ. οὕτω γὰρ τῇ ἀρετῇ χρωμένοις φρόνησις ἡ τάττουσά ἐστι, τὰ μὲν θεῖα ἡ σοφία, τὰ ἀνθρώπεια δὲ ἡ πολιτική, σύμπαντα δὲ ἡ βασιλική. βασιλεὺς τοίνυν ἐστὶν ὁ ἄρχων κατὰ νόμους ὁ τὴν τοῦ ἄρχειν ἑκόντων ἐπιστήμην ἔχων, οἷός ἐστιν ὁ κύριος τοὺς εἰς αὐτὸν καὶ δἰ αὐτοῦ πιστεύοντας προσιέμενος. πάντα γὰρ παρέδωκεν ὁ θεὸς καὶ πάντα ὑπέταξεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
24.160
Ἰδέαις δὲ ἐνέχεται τὸ στρατήγημα τρισίν, ἀσφαλεῖ, παραβόλῳ καὶ τῷ ἐκ τούτων μικτῷ· συντίθεται δὲ τούτων ἕκαστον ἐκ τριῶν, ἢ διὰ λόγου ἢ δἰ ἔργων ἢ καὶ δἰ ἀμφοτέρων ἅμα τούτων. ταῦτα δὲ ὑπάρξει πάντα ἐπιτελεῖν ἢ πείθοντας ἢ βιαζομένους ἢ ἀδικοῦντας ἐν τῷ ἀμύνασθαι, οἷς ἐμπεριέχεται ἢ τὰ δίκαια ποιοῦντας ἢ ψευδομένους ἢ ἀληθεύοντας, ἢ καὶ τούτων ἅμα τισὶ χρωμένους κατὰ τὸν αὐτὸν καιρόν. ταῦτα δὲ σύμπαντα καὶ τὸ πῶς δεῖ χρῆσθαι τούτων ἑκάστῳ παρὰ Μωυσέως λαβόντες Ἕλληνες ὠφέληνται. τύπου δὲ ἕνεκεν ἑνὸς ἢ καὶ δευτέρου ἐπιμνησθήσομαι παραδείγματος στρατηγικοῦ. Μωυσῆς τὸν λαὸν ἐξαγαγὼν ὑποπτεύσας ἐπιδιώξειν τοὺς Αἰγυπτίους τὴν ὀλίγην καὶ σύντομον ἀπολιπὼν ὁδὸν ἐπὶ τὴν ἔρημον ἐτρέπετο καὶ νύκτωρ τὰ πολλὰ τῇ πορείᾳ ἐκέχρητο. ἑτέρα γὰρ ἦν οἰκονομία, καθ’ ἣν ἐπαιδεύοντο Ἑβραῖοι δἰ ἐρημίας πολλῆς καὶ χρόνου μακροῦ, εἰς μόνον τὸ πιστεύειν τὸν θεὸν εἶναι δἰ ὑπομονῆς ἐθιζόμενοι σώφρονος.