Kitap 1
1.14
Ἡ μὲν οὖν τῶνδέ μοι τῶν ὑπομνημάτων γραφὴ ἀσθενὴς μὲν εὖ οἶδ’ ὅτι παραβαλλομένη πρὸς τὸ πνεῦμα ἐκεῖνο τὸ κεχαριτωμένον, οὗ κατηξιώθημεν ὑπακοῦσαι, εἰκὼν δ’ ἂν εἴη ἀναμιμνῄσκουσα τοῦ ἀρχετύπου τὸν θύρσῳ πεπληγότα· σοφῷ γάρ, φησί, λάλει, καὶ σοφώτερος ἔσται, καὶ τῷ ἔχοντι δὲ προστεθήσεται. ἐπαγγέλλεται δὲ οὐχ ὥστε ἑρμηνεῦσαι τὰ ἀπόρρητα ἱκανῶς, πολλοῦ γε καὶ δεῖ, μόνον δὲ τὸ ὑπομνῆσαι, εἴτε ὁπότε ἐκλαθοίμεθα εἴτε ὅπως μηδ’ ἐκλανθανώμεθα. πολλὰ δὲ εὖ οἶδα παρερρύηκεν ἡμᾶς χρόνου μήκει ἀγράφως διαπεσόντα. ὅθεν τὸ ἀσθενὲς τῆς μνήμης τῆς ἐμῆς ἐπικουφίζων, κεφαλαίων συστηματικὴν ἔκθεσιν μνήμης ὑπόμνημα σωτήριον πορίζων ἐμαυτῷ, ἀναγκαίως κέχρημαι τῇδε τῇ ὑποτυπώσει. ἔστι μὲν οὖν τινα μηδὲ ἀπομνημονευθέντα ἡμῖν (πολλὴ γὰρ ἡ παρὰ τοῖς μακαρίοις δύναμις ἦν ἀνδράσιν), ἔστιν δὲ καὶ ἃ ἀνυποσημείωτα μεμενηκότα τῷ χρόνῳ ἃ νῦν ἀπέδρα, τὰ δὲ ὅσα ἐσβέννυτο ἐν αὐτῇ μαραινόμενα τῇ διανοίᾳ, ἐπεὶ μὴ ῥᾴδιος ἡ τοιάδε διακονία τοῖς μὴ δεδοκιμασμένοις, ταῦτα δὲ ἀναζωπυρῶν ὑπομνήμασι τὰ μὲν ἑκὼν παραπέμπομαι ἐκλέγων ἐπιστημόνως, φοβούμενος γράφειν ἃ καὶ λέγειν ἐφυλαξάμην, οὔ τί που φθορῶν (οὐ γὰρ θέμις), δεδιὼς δὲ ἄρα περὶ τῶν ἐντυγχανόντων, μή πῃ ἑτέροσε σφαλεῖεν καὶ παιδὶ μάχαιραν, ᾗ φασιν οἱ παροιμιαζόμενοι, ὀρέγοντες εὑρεθῶμεν. οὐ γὰρ ἔστι τὰ γραφέντα μὴ οὐκ ἐκπεσεῖν καίτοι ἀνέκδοτα ὑπό γ’ ἐμοῦ μεμενηκότα. κυλιόμενα δὲ ἀεὶ μόνῃ μιᾷ χρώμενα τῇ ἐγγράφῳ φωνῇ πρὸς τὸν ἐπανερόμενον οὐδὲν πλέον παρὰ τὰ γεγραμμένα ἀποκρίνεται· δεῖται γὰρ ἐξ ἀνάγκης βοηθοῦ ἤτοι τοῦ συγγραψαμένου ἢ καὶ ἄλλου του εἰς τὸ αὐτὸ ἴχνος ἐμβεβηκότος.