Kitap 1
25.165
Πλάτων δὲ ὁ φιλόσοφος ἐκ τῶν Μωυσέως τὰ περὶ τὴν νομοθεσίαν ὠφεληθεὶς ἐπετίμησε μὲν τῇ Μίνωος καὶ Λυκούργου πολιτείᾳ πρὸς ἀνδρείαν μόνην ἀποβλεπομέναις, ἐπῄνεσε δὲ ὡς σεμνοτέραν τὴν ἕν τι λέγουσαν καὶ πρὸς δόγμα ἕν νεύουσαν αἰεί· καὶ γὰρ ἰσχύι καὶ σεμνότητι καὶ φρονήσει πρέπειν ἂν μᾶλλον φιλοσοφεῖν ἡμᾶς λέγει πρὸς τὸ ἀξίωμα τοῦ οὐρανοῦ ἀμετανοήτως χρωμένους γνώμῃ τῇ αὐτῇ καὶ περὶ τῶν αὐτῶν. ἆρ’ οὐ τά κατὰ τὸν νόμον ἑρμηνεύει νεύει πρὸς ἕνα θεὸν ἀφορῶν καὶ δικαιοπραγεῖν ἐντελλόμενος; τοῦ δὲ πολιτικοῦ δύο εἴδη λέγει, τὸ μὲν νομικόν, τὸ δὲ πολιτικὸν ὁμωνύμως ὠνομασμένον, καὶ πολιτικὸν μὲν κυρίως αἰνίττεται τὸν δημιουργὸν ἐν τῷ ὁμωνύμῳ βιβλίῳ τούς τε εἰς αὐτὸν ἀφορῶντας καὶ βιοῦντας ἐνεργῶς καὶ δικαίως σὺν καὶ τῇ θεωρίᾳ αὐτοὺς πολιτικοὺς ὀνομάζει, τὸ δὲ ἐπ’ ἴσης τῷ νομικῷ κεκλημένον πολιτικὸν εἴς τε κοσμικὴν μεγαλόνοιαν διαιρεῖ εἴς τε ἰδιωτικὴν σύνταξιν, ἣν κοσμιότητα καὶ ἁρμονίαν καὶ σωφροσύνην ὠνόμασαν, ὅταν ἄρχοντες μὲν πρέπωσι τοῖς ἀρχομένοις, πειθήνιοι δὲ οἱ ἀρχόμενοι τοῖς ἄρχουσι γίγνωνται, ὅπερ ἡ κατὰ Μωυσία πραγματεία διὰ σπουδῆς ἔχει γενέσθαι.