Kitap 1
1.16
ἁρμόζει δὲ καὶ ἄλλως τῇ τῶν ὑπομνημάτων ὑποτυπώσει τὸ γλαφυρὸν τῆς θεωρίας. αὐτίκα καὶ ἡ τῆς χρηστομαθίας περιουσία οἷον ἥδυσμά τί ἐστιν παραπεπλεγμένον ἀθλητοῦ βρώματι, οὐ τρυφητιῶντος, ὄρεξιν δὲ ἀγαθὴν φιλοτιμίᾳ λαμβάνοντος. ψάλλοντες γοῦν τὸ ὑπέρτονον τῆς σεμνότητος ἐμμελῶς ἀνίεμεν. καθάπερ δὲ οἱ βουλόμενοι δήμῳ προσομιλῆσαι διὰ κήρυκος τοῦτο πολλάκις ποιοῦσιν ὡς μᾶλλον ἐξάκουστα γενέσθαι τὰ λεγόμενα, οὕτω κἀνταῦθα (πρὸς πολλοὺς γὰρ ἡμῖν ὁ λόγος ὁ πρὸ αὐτῆς τῆς παραδόσεως λεγόμενος) τὰς συνήθεις διὸ δὴ παραθετέον δόξας τε καὶ φωνὰς τὰς ἐμβοώσας παρ’ ἕκαστα αὐτοῖς δἰ ὧν μᾶλλον οἱ ἀκούοντες ἐπιστραφήσονται. καὶ δὴ συνελόντι φάναι (ἐν πολλοῖς γὰρ τοῖς μαργαρίταις τοῖς μικροῖς ὁ εἷς, ἐν δὲ πολλῇ τῇ τῶν ἰχθύων ἄγρᾳ ὁ κάλλιχθυς) χρόνῳ τε καὶ πόνῳ τἀληθὲς ἐκλάμψει ἀγαθοῦ παρατυχόντος βοηθοῦ· δἰ ἀνθρώπων γὰρ θεόθεν αἱ πλεῖσται εὐεργεσίαι χορηγοῦνται.
1.17
πάντες μὲν οὖν ὅσοι ταῖς ὄψεσι κεχρήμεθα, θεωροῦμεν τὰ προσπίπτοντα αὐταῖς, ἄλλοι δὲ ἄλλων ἕνεκα. αὐτίκα οὐχ ὁμοίως θεωρεῖ τὸ πρόβατον ὁ μάγειρός τε καὶ ὁ ποιμήν· ὃ μὲν γὰρ εἰ πῖόν ἐστι πολυπραγμονεῖ, ὃ δὲ εἰς εὐγονίαν τηρεῖ. τὸ γάλα τοῦ προβάτου ὃ μέν τις ἀμελξάτω, εἰ χρῄζει τροφῆς, τὸν μαλλὸν κειράτω. εἰ σκέπης δεῖται. ὧδέ μοι καὶ τῆς Ἑλληνικῆς χρηστομαθίας ὁ καρπὸς προχωρείτω. οὐκ οἶμαι γάρ τινα οὕτως εὐτυχῆ γραφὴν ἡγεῖσθαι ᾗ μηδεὶς ἀντερεῖ, ἀλλ’ ἐκείνην εὔλογον νομιστέον ᾗ μηδεὶς εὐλόγως ἀντερεῖ. καὶ πρᾶξιν ἄρα καὶ αἵρεσιν ἀποδεκτέον οὐ τὴν ἀμεμφῆ, ἀλλ’ ἥν οὐδεὶς εὐλόγως καταμέμψεται. οὐκ εὐθὺς δ’ εἴ τις μὴ προηγουμένως ἐπιτελεῖ, κατὰ περίστασιν αὐτὸ ποιεῖ, ἀλλὰ οἰκονομούμενός τι θεοσόφως καὶ συμπεριφερόμενος ἐνεργήσει. οὔτε γὰρ ὁ ἔχων τὴν ἀρετὴν χρῄζει τῆς ἐπὶ τὴν ἀρετὴν ἔτι ὁδοῦ οὔθ’ ὁ ἐρρωμένος ἀναλήψεως. καθάπερ δ’ οἱ γεωργοὶ προαρδεύσαντες τὴν γῆν, οὕτω δὴ καὶ ἡμεῖς τῷ ποτίμῳ τῶν παρ’ Ἕλλησι λόγων προαρδεύομεν τὸ γεῶδες αὐτῶν, ὡς παραδέξασθαι τὸ καταβαλλόμενον σπέρμα πνευματικὸν καὶ τοῦτο εὐμαρῶς ἐκθρέψαι δύνασθαι.