Kitap 1
5.29
μία μὲν οὖν ἡ τῆς ἀληθείας ὁδός, ἀλλ’ εἰς αὐτὴν καθάπερ εἰς ἀέναον ποταμὸν ἐκρέουσι τὰ ῥεῖθρα ἄλλα ἄλλοθεν. ἐνθέως οὖν ἄρα εἴρηται· ἄκουε, υἱέ μου, καὶ δέξαι ἐμοὺς λόγους, φησίν, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ὅπως μὴ ἐκλίπωσίν σε αἱ πηγαί, αἱ τῆς αὐτῆς ἐκβλύζουσαι γῆς. οὐ δὴ μόνον ἑνός τινος δικαίου ὁδοὺς πλείονας σωτηρίους κατέλεξεν, ἐπιφέρει δὲ ἄλλας πολλῶν πολλὰς δικαίων ὁδούς, μηνύων ὧδέ πως· αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσιν. εἶεν δ’ ἂν καὶ αἱ ἐντολαὶ καὶ αἱ προπαιδεῖαι ὁδοὶ καὶ ἀφορμαὶ τοῦ βίου. Ἱερουσαλὴμ Ἱερουσαλήμ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου ὡς ὄρνις τοὺς νεοσσούς. Ἱερουσαλὴμ δὲ ὅρασις εἰρήνης ἑρμηνεύεται. δηλοῖ τοίνυν προφητικῶς τοὺς εἰρηνικῶς ἐποπτεύσαντας πολυτρόπως εἰς κλῆσιν πεπαιδαγωγῆσθαι. τί οὖν; ἠθέλησε μέν, οὐκ ἠδυνήθη δέ· ποσάκις δὲ ἢ ποῦ; δίς, διά τε προφητῶν καὶ διὰ τῆς παρουσίας. πολύτροπον μὲν οὖν τὴν σοφίαν ἡ ποσάκις ἐνδείκνυται λέξις, καὶ καθ’ ἕνα ἕκαστον τρόπον ποιότητός τε καὶ ποσότητος πάντως σῴζει τινὰς ἔν τε τῷ χρόνῳ ἔν τε τῷ αἰῶνι, ὅτι πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην. κἄν τις βιαζόμενος λέγῃ· μὴ πρόσεχε φαύλῃ γυναικί, μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης, τὴν Ἑλληνικὴν εἶναι παιδείαν, ἐπακουσάτω τῶν Ἑξῆς· ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, φησί, φιλοσοφία δὲ οὐ κολακεύει. τίνα τοίνυν αἰνίσσεται τὴν ἐκπορνεύσασαν; ἐπιφέρει ῥητῶς· τῆς γὰρ ἀφροσύνης οἱ πόδες κατάγουσι τοὺς χρωμένους αὐτῇ μετὰ θανάτου εἰς Ἅιδην, τὰ δὲ ἴχνη αὐτῆς οὐκ ἐρείδεται. μακρὰν οὖν ποίησον ἀπὸ τῆς ἄφρονος ἡδονῆς τὴν σὴν ὁδόν, μὴ ἐπιστῇς θύραις οἴκων αὐτῆς, ἵνα μὴ προῇ ἄλλοις τὴν σὴν ζωήν. καὶ ἐπιμαρτυρεῖ· εἶτα μεταμελήσει σοι ἐπὶ γήρως, ἡνίκα ἂν κατατριβῶσί σου σάρκες σώματος. τοῦτο γὰρ τέλος τῆς ἄφρονος ἡδονῆς. καὶ ταῦτα μὲν ταύτῃ· ὁπηνίκα δ’ ἂν φῇ· μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν, χρῆσθαι μέν, οὐκ ἐνδιατρίβειν δὲ καὶ ἐναπομένειν τῇ κοσμικῇ παιδείᾳ παραινεῖ· προπαιδεύει γὰρ τῷ κυριακῷ λόγῳ τὰ κατὰ τοὺς προσήκοντας καιροὺς ἑκάστῃ γενεᾷ συμφερόντως δεδομένα. ἤδη γάρ τινες τοῖς φίλτροις τῶν θεραπαινίδων δελεασθέντες ὠλιγώρησαν τῆς δεσποίνης, φιλοσοφίας, καὶ κατεγήρασαν οἳ μὲν αὐτῶν ἐν μουσικῇ, οἳ δὲ ἐν γεωμετρίᾳ, ἄλλοι δὲ ἐν γραμματικῇ, οἱ πλεῖστοι δὲ ἐν ῥητορικῇ.