Kitap 1
5.31
ἑρμηνεύει δὲ ὁ Φίλων τὴν μὲν Ἄγαρ παροίκησιν (ἐνταῦθα γὰρ εἴρηται· μὴ πολὺς ἴσθι πρὸς ἀλλοτρίαν), τὴν Σάραν δὲ ἀρχήν μου. ἔνεστιν οὖν προπαιδευθέντα ἐπὶ τὴν ἀρχικωτάτην σοφίαν ἐλθεῖν, ἀφ’ ἧς τὸ Ἰσραηλιτικὸν γένος αὔξεται. ἐξ ὧν δείκνυται διδακτικὴν εἶναι τὴν σοφίαν, ἣν μετῆλθεν Ἀβραάμ, ἐκ τῆς τῶν οὐρανίων θέας μετιὼν εἰς τὴν κατὰ θεὸν πίστιν τε καὶ δικαιοσύνην. Ἰσαὰκ δὲ τὸ αὐτομαθὲς ἐνδείκνυται· διὸ καὶ Χριστοῦ τύπος εὑρίσκεται. οὗτος μιᾶς γυναικὸς ἀνὴρ τῆς Ῥεβέκκας, ἣν ὑπομονὴν μεταφράζουσιν. πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἂν ἀσκητὴς ἑρμηνευόμενος (διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων), ὅθεν καὶ Ἰσραὴλ οὗτος μετονομάζεται ὁ τῷ ὄντι διορατικὸς ὡς ἂν πολύπειρός τε καὶ ἀσκητικός. εἴη δ’ ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἶναι τὴν σφραγῖδα τῆς γνώσεως, ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστῶσαν. ἔχοις δ’ ἂν καὶ ἄλλην εἰκόνα τῶν εἰρημένων τὴν Θάμαρ ἐπὶ τριόδου καθεσθεῖσαν καὶ πόρνης δόξαν παρασχοῦσαν, ἣν ὁ φιλομαθὴς Ἰούδας (δυνατὸς δὲ ἑρμηνεύεται) ὁ μηδὲν ἄσκεπτον καὶ ἀδιερεύνητον καταλιπὼν ἐπεσκέψατο καὶ πρὸς αὐτὴν ἐξέκλινεν, σῴζων τὴν πρὸς τὸν θεὸν ὁμολογίαν.
5.32
διὰ τοῦτο καὶ ὁ Ἀβραάμ, παραζηλούσης τῆς Σάρρας τὴν Ἄγαρ παρευδοκιμοῦσαν αὐτήν, ὡς ἂν τὸ χρήσιμον ἐκλεξάμενος μόνον τῆς κοσμικῆς φιλοσοφίας, ἰδοὺ ἡ παιδίσκη ἐν τοῖς χερσί σου, χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστὸν ᾖ φησί, δηλῶν ὅτι ἀσπάζομαι μὲν τὴν κοσμικὴν παιδείαν καὶ ὡς νεωτέραν καὶ ὡς σὴν θεραπαινίδα, τὴν δὲ ἐπιστήμην τὴν σὴν ὡς τελείαν δέσποιναν τιμῶ καὶ σέβω. καὶ ἐκάκωσεν αὐτὴν Σάρρα ἴσον τῷ ἐσωφρόνισε καὶ ἐνουθέτησεν. εὖ γοῦν εἴρηται παιδείας θεοῦ, υἱέ, μὴ ὀλιγώρει, μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. κατ’ ἄλλους μέντοι γε τόπους ἐξεταζόμεναι αἱ· προειρημέναι γραφαὶ ἄλλα μυστήρια μηνύουσαι παρίστανται.