Kitap 1
7.37
Καταφαίνεται τοίνυν προπαιδεία ἡ Ἑλληνικὴ σὺν καὶ αὐτῇ φιλοσοφίᾳ θεόθεν ἥκειν εἰς ἀνθρώπους οὐ κατὰ προηγούμενον, ἀλλ’ ὅν τρόπον οἱ ὑετοὶ καταρρήγνυνται εἰς τὴν γῆν τὴν ἀγαθὴν καὶ εἰς τὴν κοπρίαν καὶ ἐπὶ τὰ δώματα. βλαστάνει δ’ ὁμοίως καὶ πόα καὶ πυρός, φύεται δὲ καὶ ἐπὶ τῶν μνημάτων συκῆ καὶ εἴ τι τῶν ἀναιδεστέρων δένδρων, καὶ τὰ φυόμενα ἐν τύπῳ προκύπτει τῶν ἀληθῶν, ὅτι τῆς αὐτῆς τοῦ ὑετοῦ ἀπέλαυσε δυνάμεως, ἀλλ’ οὐ τὴν αὐτὴν ἔσχηκε χάριν τοῖς ἐν τῷ πίονι φυεῖσιν ἤτοι ξηρανθέντα ἢ ἀποτιλθέντα. καὶ δὴ κἀνταῦθα χρησιμεύει ἡ τοῦ σπόρου παραβολή, ἣν ὁ κύριος ἡρμήνευσεν. εἷς γὰρ ὁ τῆς ἐν ἀνθρώποις γῆς γεωργὸς ὁ ἄνωθεν σπείρων ἐκ καταβολῆς κόσμου τὰ θρεπτικὰ σπέρματα, ὁ τὸν κύριον καθ’ ἕκαστον καιρὸν ἐπομβρίσας λόγον, οἱ καιροὶ δὲ καὶ οἱ τόποι οἱ δεκτικοὶ τὰς διαφορὰς ἐγέννησαν. ἄλλως τε ὁ γεωργὸς οὐ πυροὺς μόνον (καίτοι καὶ τούτων πλείους εἰσι διαφοραί), σπείρει δὲ καὶ τὰ ἄλλα σπέρματα, κριθάς τε καὶ κυάμους καὶ πίσον καὶ ἄρακα καὶ τὰ κηπευόμενα καὶ τὰ ἀνθητικὰ σπέρματα· τῆς αὐτῆς δὲ γεωργίας καὶ ἡ φυτουργία, ἐργάζεσθαι ὅσα εἰς αὐτά τε τὰ φυτώρια καὶ εἰς παραδείσους καὶ τὰ ὡραῖα καὶ ὅλως παντοίων δένδρων φύσιν καὶ τροφήν. ὡσαύτως δὲ οὐχ ἡ ποιμενικὴ μόνη, ἀλλὰ καὶ ἡ βουκολικὴ ἱπποτροφική τε καὶ κυνοτροφικὴ καὶ μελισσουργικὴ τέχναι πᾶσαι, συνελόντι δ’ εἰπεῖν ἀγελοκομική τε καὶ ζῳοτροφικὴ ἀλλήλων μὲν τῷ μᾶλλον καὶ ἧττον διαφέρουσι, πλὴν αἱ πᾶσαι βιωφελεῖς. φιλοσοφίαν δὲ οὐ τὴν Στωικὴν λέγω οὐδὲ τὴν Πλατωνικὴν ἢ τὴν Ἐπικούρειόν τε καὶ Ἀριστοτελικήν, ἀλλ’ ὅσα εἴρηται παρ’ ἑκάστῃ τῶν αἱρέσεων τούτων καλῶς, δικαιοσύνην μετὰ εὐσεβοῦς ἐπιστήμης ἐκδιδάσκοντα, τοῦτο σύμπαν τὸ ἐκλεκτικὸν φιλοσοφίαν φημί. ὅσα δὲ ἀνθρωπίνων λογισμῶν ἀποτεμόμενοι παρεχάραξαν, ταῦτα οὐκ ἄν ποτε θεῖα εἴποιμ’ ἄν.