Kitap 1
8.42
ταύτῃ τοι ὁ φιλαλήθης Πλάτων οἷον θεοφορούμενος ὡς ἐγὼ τοιοῦτος φησίν, ὁποῖος οὐδενὶ ἄλλῳ ἢ τῷ λόγῳ πείθεσθαι, ὃς ἄν μοι σκοπουμένῳ βέλτιστος φαίνηται. αἰτιᾶται γοῦν τοὺς ἄνευ νοῦ καὶ ἐπιστήμης δόξαις πιστεύοντας, ὡς μὴ προσῆκον ἀφεμένους τοῦ ὀρθοῦ καὶ ὑγιοῦς λόγου τῷ κοινωνοῦντι τοῦ ψεύδους πιστεύειν. τὸ μὲν γὰρ ἐψεῦσθαι τῆς ἀληθείας κακόν ἐστι, τὸ δὲ ἀληθεύειν καὶ τὰ ὄντα δοξάζειν ἀγαθόν. τῶν δὲ ἀγαθῶν ἀκουσίως μὲν στέρονται ἄνθρωποι, στέρονται δὲ ὅμως ἢ κλαπέντες ἢ γοητευθέντες ἢ βιασθέντες καὶ † μὴ πιστεύσαντες. ὁ μὲν † δὴ πιστεύσας ἑκὼν ἤδη † παραναλίσκεται· κλέπτεται δὲ ὁ μεταπεισθεὶς καὶ ὁ ἐκλαθόμενος, ὅτι τῶν μὲν ὁ χρόνος, τῶν δὲ ὁ λόγος ἐξαιρούμενος λανθάνει· βιάζεταί τε πολλάκις ὀδύνη τε καὶ ἀλγηδὼν φιλονεικία τε αὖ καὶ θυμὸς μεταδοξάσαι, καὶ ἐπὶ πᾶσι γοητεύονται οἱ ἤτοι ὑφ’ ἡδονῆς κηληθέντες ἢ ὑπὸ φόβου δείσαντες· πᾶσαι δὲ ἀκούσιοι τροπαί, καὶ τούτων οὐδὲν ἄν ποτε ἐπιστήμην ἐκβάλοι.
9.43
Ἔνιοι δὲ εὐφυεῖς οἰόμενοι εἶναι ἀξιοῦσι μήτε φιλοσοφίας ἅπτεσθαι μήτε διαλεκτικῆς, ἀλλὰ μηδὲ τὴν φυσικὴν θεωρίαν ἐκμανθάνειν, μόνην δὲ καὶ ψιλὴν τὴν πίστιν ἀπαιτοῦσιν, ὥσπερ εἰ μηδεμίαν ἠξίουν ἐπιμέλειαν ποιησάμενοι τῆς ἀμπέλου εὐθὺς ἐξ ἀρχῆς τοὺς βότρυας λαμβάνειν. ἄμπελος δὲ ὁ κύριος ἀλληγορεῖται, παρ’ οὗ μετ’ ἐπιμελείας καὶ τέχνης γεωργικῆς τῆς κατὰ τὸν λόγον τὸν καρπὸν τρυγητέον. κλαδεῦσαι δεῖ, σκάψαι, ἀναδῆσαι καὶ τὰ λοιπὰ ποιῆσαι, δρεπάνου τε, οἶμαι, καὶ μακέλλης καὶ τῶν ἄλλων ὀργάνων τῶν γεωργικῶν πρὸς τὴν ἐπιμέλειαν τῆς ἀμπέλου χρεία, ἵνα ἡμῖν τὸν ἐδώδιμον καρπὸν ἐκφήνῃ. καθάπερ δὲ ἐν γεωργίᾳ οὕτω καὶ ἐν ἰατρικῇ χρηστομαθὴς ἐκεῖνος ὁ ποικιλωτέρων μαθημάτων ἁψάμενος, ὡς βέλτιον γεωργεῖν τε καὶ ὑγιάζειν δύνασθαι, οὕτω κἀνταῦθα χρηστομαθῆ φημι τὸν πάντα ἐπὶ τὴν ἀλήθειαν ἀναφέροντα, ὥστε καὶ ἀπὸ γεωμετρίας καὶ μουσικῆς καὶ ἀπὸ γραμματικῆς καὶ φιλοσοφίας αὐτῆς δρεπόμενον τὸ χρήσιμον ἀνεπιβούλευτον φυλάσσειν τὴν πίστιν. παρορᾶται δὲ καὶ ὁ ἀθλητής, † ὡς προείρηται, ἀλλ’ εἰς τὴν σύνταξιν συμβαλλόμενος.