Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

9.44 αὐτίκα καὶ κυβερνήτην τὸν πολύπειρον ἐπαινοῦμεν, ὃς πολλῶν ἀνθρώπων εἶδεν ἄστεα, καὶ ἰατρὸν τὸν ἐν πείρᾳ πολλῶν γεγενημένον· ᾗ τινες καὶ τὸν ἐμπειρικὸν ἀναπλάττουσιν. ὁ δὲ πρὸς τὸν βίον ἀναφέρων ἕκαστα τὸν ὀρθὸν ἔκ τε τῶν Ἑλληνικῶν καὶ τῶν βαρβαρικῶν ὑποδείγματα κομίζων πολύπειρος οὗτος τῆς ἀληθείας ἰχνευτὴς καὶ τῷ ὄντι πολύμητις, δίκην τῆς βασάνου λίθου (ἣ δ’ ἐστὶ Λυδὴ διακρίνειν πεπιστευμένη τὸ νόθον ἀπὸ τοῦ ἰθαγενοῦς χρυσίου) καὶ ἱκανὸς ὢν χωρίζειν, ὁ πολύιδρις ἡμῶν καὶ γνωστικός, σοφιστικὴν μὲν φιλοσοφίας, κομμωτικὴν δὲ γυμναστικῆς καὶ ὀψοποιικὴν ἰατρικῆς καὶ ῥητορικὴν διαλεκτικῆς καὶ μαγείας ἄλλας τε κατὰ τὴν βάρβαρον φιλοσοφίαν αἱρέσεις αὐτῆς τῆς ἀληθείας. πῶς δὲ οὐκ ἀναγκαῖον περὶ νοητῶν φιλοσοφοῦντα διαλαβεῖν τὸν ἐπιποθοῦντα τῆς τοῦ θεοῦ δυνάμεως ἐπήβολον γενέσθαι; πῶς δὲ οὐχὶ καὶ διαιρεῖσθαι χρήσιμον τάς τε ἀμφιβόλους φωνᾶς τάς τε ὁμωνύμως ἐκφερομένας κατὰ τὰς διαθήκας; παρ’ ἀμφιβολίαν γὰρ ὁ κύριος τὸν διάβολον κατὰ τὸν τοῦ πειρασμοῦ σοφίζεται χρόνον, καὶ οὐκέτι ἔγωγε ἐνταῦθα συνορῶ, ὅπως ποτὲ ὁ τῆς φιλοσοφίας καὶ τῆς διαλεκτικῆς εὑρετής, ὥς τινες ὑπολαμβάνουσιν, παράγεται τῷ κατ’ ἀμφιβολίαν ἀπατώμενος τρόπῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi