Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

9.45 Εἰ δὲ οἱ προφῆται καὶ οἱ ἀπόστολοι οὐ τὰς τέχνας ἐγνώκεσαν, δἰ ὧν τὰ κατὰ φιλοσοφίαν ἐμφαίνεται γυμνάσματα, ἀλλ’ ὁ νοῦς γε τοῦ προφητικοῦ καὶ τοῦ διδασκαλικοῦ πνεύματος ἐπικεκρυμμένως λαλούμενος διὰ τὸ μὴ πάντων εἶναι τὴν συνιεῖσαν ἀκοήν, τὰς ἐντέχνους ἀπαιτεῖ πρὸς σαφήνειαν διδασκαλίας. ἀσφαλῶς γὰρ ἐγνώκεσαν τὸν νοῦν ἐκεῖνον οἱ προφῆται καὶ οἱ τοῦ πνεύματος μαθηταί· ἐκ γὰρ πίστεως καὶ ὡς οὐχ οἷόν τε ῥᾳδίως ὡς τὸ πνεῦμα εἴρηκεν. ἀλλ’ οὐχ οἷόν τε οὕτως ἐκδέξασθαι μὴ μεμαθηκότας. τὰς δὲ ἐντολάς, φησίν, ἀπόγραψαι δισσῶς βουλήσει καὶ γνώσει τοῦ ἀποκρίνασθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι. τίς οὖν ἡ γνῶσις τοῦ ἀποκρίνασθαι; ἥτις καὶ τοῦ ἐρωτᾶν· εἴη δ’ ἂν αὕτη διαλεκτική. τί δ’; οὐχὶ καὶ τὸ λέγειν ἔργον ἐστὶ τὸ ποιεῖν ἐκ τοῦ λόγου γίνεται; εἰ γὰρ μὴ λόγῳ πράττοιμεν, ἀλόγως ποιοῖμεν ἄν. τὸ λογικὸν δὲ ἔργον κατὰ θεὸν ἐκτελεῖται· καὶ οὐδὲν χωρὶς αὐτοῦ ἐγένετο, φησί, τοῦ λόγου τοῦ θεοῦ. ἢ οὐχὶ καὶ ὁ κύριος λόγῳ πάντα ἔπρασσεν; ἐργάζεται δὲ καὶ τὰ κτήνη ἐλαυνόμενα ἀναγκάζοντι τῷ φόβῳ. οὐχὶ δὲ καὶ οἱ ὀρθοδοξασταὶ καλούμενοι ἔργοις προσφέρονται καλοῖς, οὐκ εἰδότες ἃ ποιοῦσιν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi