Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

14.59 Φασὶ δὲ Ἕλληνες μετά γε Ὀρφέα καὶ Λίνον καὶ τοὺς παλαιοτάτους παρὰ σφίσι ποιητὰς ἐπὶ σοφίᾳ πρώτους θαυμασθῆναι τοὺς ἑπτὰ τοὺς ἐπικληθέντας σοφούς, ὧν τέσσαρες μὲν ἀπὸ Ἀσίας ἦσαν, Θαλῆς τε ὁ Μιλήσιος καὶ Βίας ὁ Πριηνεὺς καὶ Πιττακὸς ὁ Μιτυληναῖος καὶ Κλεόβουλος ὁ Λίνδιος, δύο δὲ ἀπὸ Εὐρώπης, Σόλων τε ὁ Ἀθηναῖος καὶ Χίλων ὁ Λακεδαιμόνιος, τὸν δὲ ἕβδομον οἳ μὲν Περίανδρον εἶναι λέγουσιν τὸν Κορίνθιον, οἳ δὲ Ἀνάχαρσιν τὸν Σκύθην, οἳ δὲ Ἐπιμενίδην τὸν Κρῆτα (ὃν Ἑλληνικὸν οἶδε προφήτην, οὗ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Τίτον ἐπιστολῇ, λέγων οὕτως· εἶπέν τις ἐξ αὐτῶν ἴδιος προφήτης οὕτως· Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί· καὶ ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. ὁρᾷς ὅπως κἂν τοῖς Ἑλλήνων προφήταις δίδωσί τι τῆς ἀληθείας καὶ οὐκ ἐπαισχύνεται πρὸς τε οἰκοδομὴν καὶ πρὸς ἐντροπὴν διαλεγόμενός τινων Ἑλληνικοῖς συγχρῆσθαι ποιήμασι; πρὸς γοῦν Κορινθίους, οὐ γὰρ ἐνταῦθα μόνον, περὶ τῆς τῶν νεκρῶν ἀναστάσεων διαλεγόμενος ἰαμβείῳ συγκέχρηται τραγικῷ τί μοι ὄφελος; λέγων, εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνῄσκομεν. μὴ πλανᾶσθε· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί)· οἳ δὲ Ἀκουσίλαον τὸν Ἀργεῖον ἐγκατέλεξαν τοῖς ἑπτὰ σοφοῖς, ἄλλοι δὲ Φερεκύδην τὸν Σύριον. Πλάτων δὲ ἀντὶ Περιάνδρου ὡς ἀναξίου σοφίας διὰ τὸ τετυραννηκέναι ἀντικατατάττει Μύσωνα τὸν Χηνέα.
14.60 ὡς μὲν οὖν κάτω που τῆς Μωυσέως ἡλικίας οἱ παρ’ Ἕλλησι σοφοὶ γεγόνασι, μικρὸν ὕστερον δειχθήσεται· ὁ δὲ τρόπος τῆς παρ’ αὐτοῖς φιλοσοφίας, ὡς Ἑβραϊκὸς καὶ αἰνιγματώδης, ἤδη ἐπισκεπτέος. βραχυλογίαν γοῦν ἠσπάζοντο τὴν παραινετικήν, τὴν ὠφελιμωτάτην. αὐτίκα Πλάτων πάλαι τὸ διὰ σπουδῆς γεγονέναι τόνδε τὸν τρόπον λέγει, κοινῶς μὲν πᾶσιν Ἕλλησιν, ἐξαιρέτως δὲ Λακεδαιμονίοις καὶ Κρησὶ τοῖς εὐνομωτάτοις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi