Kitap 1
1.7
Εἰ γοῦν ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται βραχεῖς, τῷ ὄντι δεῖσθαι καθήκει, ὅπως ὅτι μάλιστα πλειόνων ἡμῖν ἐργατῶν εὐπορία γένηται. ἡ γεωργία δὲ διττή· ἣ μὲν γὰρ ἄγραφος, ἣ δ’ ἔγγραφος. ὁποτέρως δ’ ἂν ὁ τοῦ κυρίου ἐργάτης σπείρῃ τοὺς εὐγενεῖς πυροὺς καὶ τοὺς στάχυς αὐξήσῃ τε καὶ θερίσῃ, θεῖος ὄντως ἀναφανήσεται γεωργός. ἐργάζεσθε, φησὶν ὁ κύριος, μὴ τὴν ἀπολλυμένην βρῶσιν ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον. τροφὴ δὲ καὶ ἢ διὰ σιτίων καὶ ἢ διὰ λόγων λαμβάνεται. καὶ τῷ ὄντι μακάριοι οἱ εἰρηνοποιοί, οἱ τοὺς ἐνταῦθα κατὰ τὸν βίον καἰ τὴν πλάνην πρὸς τῆς ἀγνοίας πολεμουμένους μεταδιδάσκοντες καὶ μετάγοντες εἰς εἰρήνην τὴν ἐν λόγῳ καὶ βίῳ τῷ κατὰ τὸν θεὸν καὶ τοὺς πεινῶντας δικαιοσύνην τρέφοντες τῇ τοῦ ἄρτου διανομῇ. εἰσὶ γὰρ καὶ ψυχαὶ ἰδίας ἔχουσαι τροφάς, αἳ μὲν κατ’ ἐπίγνωσιν καὶ ἐπιστήμην αὔξουσαι, αἳ σὲ κατὰ τὴν Ἑλληνικὴν νεμόμεναι φιλοσοφίαν, ἧς καθάπερ καὶ τῶν καρύων οὐ τὸ πᾶν ἐδώδιμον. ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, τοῦ αὔξοντος ὄντες διάκονοι, ἕν εἰσι κατὰ τὴν διακονίαν. ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. θεοῦ γάρ ἐσμεν συνεργοί· θεοῦ γεώργιον, θεοῦ οἰκοδομή ἐστε, κατὰ τὸν ἀπόστολον.