Kitap 1
16.76
Μήδειά τε ἡ Αἰήτου ἡ Κολχὶς πρώτη βαφὴν τριχῶν ἐπενόησεν. ἀλλὰ καὶ Νώροπες (ἔθνος ἐστὶ Παιονικόν, νῦν δὲ Νωρικὸν καλοῦνται) κατειργάσαντο χαλκὸν καὶ σίδηρον ἐκάθηραν πρῶτοι. Ἄμυκός τε ὁ Βεβρύκων βασιλεὺς ἱμάντας πυκτικοὺς πρῶτος εὗρεν. περί τε μουσικὴν Ὄλυμπος ὁ Μυσὸς τὴν Λύδιον ἁρμονίαν ἐφιλοτέχνησεν· οἵ τε Τρωγλοδύται καλούμενοι σαμβύκην εὗρον, ὄργανον μουσικόν. φασὶ δὲ καὶ τὴν πλαγίαν σύριγγα Σάτυρον εὑρεῖν τὸν Φρύγα· τρίχορδον δὲ ὁμοίως καὶ τὴν διάτονον ἁρμονίαν Ἄγνιν τὸν καὶ αὐτὸν Φρύγα· κρούματα δὲ Ὄλυμπον ὁμοίως τὸν Φρύγα, καθάπερ Φρύγιον ἁρμονίαν καὶ μιξοφρύγιον καὶ μιξολύδιον Μαρσύαν, τῆς αὐτῆς ὄντα τοῖς προειρημένοις χώρας, καὶ τὴν Δώριον Θάμυριν ἐπινοῆσαι τὸν Θρᾷκα. Πέρσας τε πρώτους ἀκηκόαμεν ἀπήνην καὶ κλίνην καὶ ὑποπόδιον ἐργάσασθαι τούς τε Σιδονίους τρίκροτον ναῦν κατασκευάσαι. Σικελοί τε οἱ πρὸς τῇ Ἰταλίᾳ πρῶτοι φόρμιγγα εὗρον οὐ πολὺ τῆς κιθάρας λειπομένην καὶ κρόταλα ἐπενόησαν. ἐπί τε † Σεμιράμεως βασιλέως Αἰγυπτίων τὰ βύσσινα ἱμάτια εὑρῆσθαι ἱστοροῦσιν. καὶ πρώτην ἐπιστολὰς συντάξαι Ἄτοσσαν τὴν Περσῶν βασιλεύσασάν φησιν Ἑλλάνικος.
16.77
Σκάμων μὲν οὖν ὁ Μιτυληναῖος καὶ Θεόφραστος ὁ Ἐρέσιος Κύδιππός τε ὁ Μαντινεύς, ἔτι τε Ἀντιφάνης καὶ Ἀριστόδημος καὶ Ἀριστοτέλης, πρὸς τούτοις δὲ Φιλοστέφανος, ἀλλὰ καὶ Στράτων ὁ περιπατητικὸς ἐν τοῖς Περὶ εὑρημάτων ταῦτα ἱστόρησαν. παρεθέμην δὲ αὐτῶν ὀλίγα εἰς σύστασιν τῆς παρὰ βαρβάροις εὑρετικῆς καὶ βιωφελοῦς φύσεως, παρ’ ὧν Ἕλληνες τὰ ἐπιτηδεύματα ὠφέληνται.
16.77
Εἰ δέ τις τὴν φωνὴν διαβάλλει τὴν βάρβαρον, ἐμοὶ δέ, φησὶν ὁ Ἀνάχαρσις, πάντες Ἕλληνες σκυθίζουσιν. οὗτος ἦν ὁ παρ’ Ἕλλησι θαυμασθεὶς ὁ φήσας ἐμοὶ περίβλημα χλαῖνα, δεῖπνον γάλα, τυρός. ὁρᾷς φιλοσοφίαν βάρβαρον ἔργα ἐπαγγελλομένην, οὐ λόγους.