Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

16.79 ναὶ μὴν ἴαμβον μὲν ἐπενόησεν Ἀρχίλοχος ὁ Πάριος, χωλὸν δὲ ἴαμβον Ἱππῶναξ ὁ Ἐφέσιος, καὶ τραγῳδίαν μὲν Θέσπις ὁ Ἀθηναῖος, κωμῳδίαν δὲ Σουσαρίων ὁ Ἰκαριεύς. τοὺς χρόνους τούτων παῖδες παραδιδόασι γραμματικῶν, μακρὸν δ’ ἂν εἴη τούτους ἀκριβολογούμενον παραθέσθαι αὐτοῦ δεικνυμένου τοῦ Διονύσου, δἰ ὃν καὶ Διονυσιακαὶ θέαι, μεταγενεστέρου Μωυσέως ἢ αὐτίκα μάλα. φασὶ δὲ καὶ τοὺς κατὰ διατριβὴν λόγους καὶ τὰ ῥητορικὰ ἰδιώματα εὑρεῖν καὶ μισθοῦ συνηγορῆσαι πρῶτον δικανικὸν λόγου εἰς ἔκδοσιν γραψάμενον Ἀντιφῶντα Σωφίλον Ῥαμνούσιον, ὥς φησι Διόδωρος, Ἀπολλόδωρος δὲ ὁ Κυμαῖος πρῶτος τοῦ γραμματικοῦ ἀντὶ τοῦ κριτικοῦ εἰσηγήσατο τοὔνομα καὶ γραμματικὸς προσηγορεύθη, ἔνιοι δὲ Ἐρατοσθένη τὸν Κυρηναῖόν φασιν, ἐπειδὴ ἐξέδωκεν οὗτος βιβλία δύο γραμματικὰ ἐπιγράψας. ὠνομάσθη δὲ γραμματικός, ὡς νῦν ὀνομάζομεν, πρῶτος Πραξιφάνης Διονυσοφάνους Μιτυληναῖος. Ζάλευκός τε ὁ Λοκρὸς πρῶτος ἱστόρηται νόμους θέσθαι, οἳ δὲ Μίνω τὸν Διὸς ἐπὶ Λυγκέως. οὗτος μετὰ Δαναὸν γίνεται ἑνδεκάτῃ ἄνωθεν ἀπὸ Ἰνάχου καὶ Μωσέως γενεᾷ, ὡς ὀλίγον ὑποβάντες δείξομεν. Λυκοῦργος δὲ μετὰ πολλὰ τῆς Ἰλίου ἁλώσεως γεγονὼς ἔτη πρὸ τῶν ὀλυμπιάδων ἔτεσιν ἑκατὸν πεντήκοντα νομοθετεῖ Λακεδαιμονίοις· Σόλωνος γὰρ τοὺς χρόνους προειρήκαμεν.
16.80 Δράκων δὲ ὁ καὶ αὐτὸς νομοθέτης περὶ τὴν τριακοστὴν καὶ ἐνάτην ὀλυμπιάδα γεγονὼς εὑρίσκεται. Ἀντίλοχος δὲ αὖ ὁ τοὺς ἵστορας πραγματευσάμενος ἀπὸ τῆς Πυθαγόρου ἡλικίας ἐπὶ τὴν Ἐπικούρου τελευτήν, γαμηλιῶνος δὲ δεκάτῃ ἱσταμένου γενομένην. ἔτη φέρει τὰ πάντα τριακόσια δώδεκα. ἔτι φασὶ τὸ ἡρῷον τὸ ἑξάμετρον Φανοθέαν τὴν γυναῖκα Ἰκαρίου, οἳ δὲ Θέμιν μίαν τῶν Τιτανίδων εὑρεῖν. Δίδυμος δ’ ἐν τῷ περὶ Πυθαγορικῆς φιλοσοφίας Θεανὼ τὴν Κροτωνιᾶτιν πρώτην γυναικῶν φιλοσοφῆσαι καὶ ποιήματα γράψαι ἱστορεῖ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi