Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

17.82 Οἶδα πολλοὺς ἀδιαλείπτως ἐπιφυομένους ἡμῖν καὶ τὸ μὴ κωλῦον αἴτιον εἶναι λέγοντας· φασὶ γὰρ αἴτιον εἶναι κλοπῆς τὸν μὴ φυλάξαντα ἢ τὸν μὴ κωλύσαντα, ὡς τοῦ ἐμπρησμοῦ τὸν σβέσαντα τὸ δεινὸν ἀρχόμενον καὶ τοῦ ναυαγίου τὸν κυβερνήτην μὴ στείλαντα τὴν ὀθόνην. αὐτίκα κολάζονται πρὸς τοῦ νόμου οἱ τούτων αἴτιοι. ᾧ γὰρ κωλῦσαι δύναμις ἦν, τούτῳ καὶ ἡ αἰτία τοῦ συμβαίνοντος προσάπτεται. φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι, τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο ἀνενέργητον εἷναι. ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστί, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίαν· τὸ δὲ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου. διὰ τοῦτο γοῦν ἐπιτελεῖται, ὅτι τὸ κωλῦσαι δυνάμενον οὐκ ἐνεργεῖ οὐδὲ κωλύει. τί γὰρ ἐνεργεῖ ὁ μὴ κωλύων; ἤδη δὲ καὶ εἰς ἀπέμφασιν αὐτοῖς ὁ λόγος χωρεῖ, εἴ γε τῆς τρώσεως οὐχὶ τὸ βέλος, ἀλλὰ τὴν ἀσπίδα τὴν μὴ κωλύσασαν τὸ βέλος διελθεῖν αἰτιάσονται· οὐδὲ γὰρ τὸν κλέπτην, ἀλλὰ τὸν μὴ κωλύσαντα τὴν κλοπὴν καταμέμψονται.
17.83 καὶ τὰς ναῦς τοίνυν τῶν Ἑλλήνων μὴ τὸν Ἕκτορα ἐμπρῆσαι λεγόντων. ἀλλὰ τὸν Ἀχιλλέα, διότι κωλῦσαι τὸν Ἕκτορα δυνάμενος ου κεκώλυκεν· ἀλλ’ ὃ μὲν διὰ μῆνιν (ἐπ’ αὐτῷ δὲ ἦν καὶ μηνίειν καὶ μὴ) καὶ μὴν οὐκ ἀπεῖρξε τὸ πῦρ, καὶ ἴσως συναίτιος· ὁ δὲ διάβολος αὐτεξούσιος ὢν καὶ μετανοῆσαι οἷός τε ἦν καὶ κλέψαι, καὶ ὁ αἴτιος αὐτὸς τῆς κλοπῆς, οὐχ ὁ μὴ κωλύσας κύριος. ἀλλ’ οὐδ’ ἐπιβλαβὴς ἡ δόσις ἦν, ἵνα ἡ κώλυσις παρέλθῃ. εἰ δὲ χρὴ ἀκριβολογεῖσθαι πρὸς αὐτούς, ἴστωσαν τὸ μὲν μὴ κωλυτικόν, ὅπερ φαμὲν ἐπὶ τῆς κλοπῆς γεγονέναι, μηδ’ ὅλως αἴτιον εἷναι. τὸ δὲ κωλυτικὸν ἐνέχεσθαι τῷ τοῦ αἰτίου ἐγκλήματι. ὁ γὰρ προασπίζων αἴτιός ἐστι τῷ προασπιζομένῳ τοῦ μὴ τιτρώσκεσθαι κωλύων τὸ τρωθῆναι αὐτόν, καὶ τῷ Σωκράτει τὸ δαιμόνιον αἴτιον ἦν οὐχὶ μὴ κωλῦον, ἀλλ’ ἀποτρέπον, εἰ καὶ μὴ προέτρεπεν. οὔτε δὲ οἱ ἔπαινοι οὔτε οἱ ψόγοι οὔθ’ αἱ τιμαὶ οὔθ’ αἱ κολάσεις δίκαιαι, μὴ τῆς ψυχῆς ἐχούσης τὴν ἐξουσίαν τῆς ὁρμῆς καὶ ἀφορμῆς.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi