Kitap 1
1.8
οὔκουν οὐδὲ ἀπὸ συγκρίσεως τὸ δοκίμιον ποιεῖσθαι τοῖς ἀκροωμένοις ἐπιτρεπτέον οὐδὲ εἰς ἐξέτασιν ἔκδοτον παραδοτέον τὸν λόγον τοῖς ἐντεθραμμένοις λόγων παντοδαπῶν τέχναις καὶ δυνάμεσιν ἐπιχειρημάτων ὠγκωμένων, τοῖς προκατειλημμένοις ἤδη τὴν ψυχὴν καὶ μὴ προκεκενωμένοις. ὅταν δ’ ἐκ πίστεως ἕληταί τις ἑστιᾶσθαι, βέβαιος οὗτος εἰς θείων λόγων παραδοχήν, κρίσιν εὔλογον τὴν πίστιν κεκτημένος. ἕπεται δὲ ἐνθένδε αὐτῷ ἡ πειθὼ ἐκ περιουσίας. καὶ τοῦτ’ ἦν ἄρα τὸ προφητικὸν ἐκεῖνο· ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. ἄρ’ οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. ἕκαστος δὲ τούτων κατὰ τὸν μακάριον Δαβὶδ εὐχαριστῶν ψαλλέτω· ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. ἀκουτιεῖς με εὐφροσύνην καὶ ἀγαλλίασιν· ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ τὰς ἀνομίας μου ἐξάλειψον. καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.