Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

18.89 μή τι οὖν, ὅπερ καὶ ἄμεινον, ἀποφατικὸν ἡγητέον τὸ οὐχὶ ἐμώρανεν ὁ θεὸς τὴν σοφίαν τοῦ κόσμου ἐπ’ ἴσης τῷ οὐκ ἐμώρανεν, ἵνα μὴ ἡ αἰτία τῆς σκληροκαρδίας αὐτοῖς παρὰ τοῦ θεοῦ φαίνηται γενομένη. τοῦ μωράναντος τὴν σοφίαν· ἔμπαλιν γὰρ καίτοι σοφοὶ ὄντες ἐν μείζονι αἰτίᾳ γεγόνασι μὴ πιστεύσαντες τῷ κηρύγματι· ἑκούσιος γὰρ ἥ τε αἵρεσις ἥ τε τῆς ἀληθείας ἐκτροπή. ἀλλὰ καὶ τῷ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν τῇ τῆς καταφρονουμένης καὶ ὑπερορωμένης βαρβάρου φιλοσοφίας ἀντιπαραθέσει καταλάμψαι φησίν, ὡς καὶ ὁ λύχνος ὑπὸ τοῦ ἡλίου καταλαμπόμενος ἀπολωλέναι λέγεται τῷ μὴ τὴν ἴσην ἐκτελεῖν ἐνέργειαν. πάντων τοίνυν ἀνθρώπων κεκλημένων οἱ ὑπακοῦσαι βουληθέντες κλητοὶ ὠνομάσθησαν. οὐ γάρ ἐστιν ἀδικία παρὰ τῷ θεῷ. αὐτίκα ἐξ ἑκατέρου γένους οἱ πιστεύσαντες, οὗτοι λαὸς περιούσιος. κὰν ταῖς Πράξεσι τῶν ἀποστόλων εὕροις ἂν κατὰ λέξιν· οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, οἱ δὲ μὴ θελήσαντες πείθεσθαι ἑαυτοὺς ἀπέστησαν δηλαδή.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi