Kitap 1
19.93
ἆρ’ οὐ δοκεῖ σοι πίστεως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν τὴν μετὰ θάνατον ἐλπίδα τοῦ δικαίου σαφηνίζειν; κἀν τῷ Δημοδόκῳ, εἰ δὴ τοῦ Πλάτωνος τὸ σύγγραμμα, μὴ οὐκ ᾖ τοῦτο φιλοσοφεῖν λέγει, περὶ τὰς τέχνας κυπτάζοντα ζῆν οὐδὲ πολυμαθοῦντα, ἀλλὰ ἄλλο τι, ἐπεὶ ἔγωγε ᾤμην καὶ ὄνειδος εἶναι. ᾔδει γὰρ, οἶμαι, ὡς ἄρα ἤδη πολυμαθίη νόον ἔχειν οὐ διδάσκει καθ’ Ἡράκλειτον. ἔν τε τῷ πέμπτῳ τῆς Πολιτείας τούτους οὖν πάντας φησὶ καὶ ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους θήσομεν; οὐδαμῶς, εἶπον, ἀλλ’ ὁμοίους μὲν φιλοσόφοις. τοὺς δ’ ἀληθινούς, ἔφη, τίνας λέγεις; τοὺς τῆς ἀληθείας, ἦν δ’ ἐγώ, φιλοθεάμονας. οὐ γὰρ ἐν γεωμετρίᾳ αἰτήματα καὶ ὑποθέσεις ἐχούσῃ φιλοσοφία, οὐδ’ ἐν μουσικῇ, στοχαστικῇ γε οὔσῃ, οὐδ’ ἐν ἀστρονομίᾳ, φυσικῶν καὶ ῥεόντων καὶ εἰκότων βεβυσμένῃ λόγων, ἀλλ’ αὐτοῦ τἀγαθοῦ δὴ ἐπιστήμη καὶ τῆς ἀληθείας, ἐκείνων ἑτέρων μὲν ὄντων τἀγαθοῦ, ὁδῶν ὥσπερ δὲ ἐπὶ τἀγαθόν. ὥστ’ οὐδ’ αὐτὸς τὴν ἐγκύκλιον παιδείαν παιδείαν συντελεῖν πρὸς τἀγαθὸν δίδωσι, συνεργεῖν δὲ πρὸς τὸ διεγείρειν καὶ συγγυμνάζειν πρὸς τὰ νοητὰ τὴν ψυχήν.