Kitap 1
19.94
Εἴτ’ οὖν κατὰ περίπτωσίν φασιν ἀποφθέγξασθαί τινα τῆς ἀληθοῦς φιλοσοφίας τοὺς Ἕλληνας, θείας οἰκονομίας ἡ περίπτωσις (οὐ γὰρ ταὐτόματον ἐκθειάσει τις διὰ τὴν πρὸς ἡμᾶς φιλοτιμίαν), εἴτε κατὰ συντυχίαν, οὐκ ἀπρονόητος ἡ συντυχία· εἴτ’ αὖ φυσικὴν ἔννοιαν ἐσχηκέναι τοὺς Ἕλληνας λέγοι. τὸν τῆς φύσεως δημιουργὸν ἕνα γινώσκομεν, καθὸ καὶ τὴν δικαιοσύνην φυσικὴν εἰρήκαμεν, εἴτε μὴν κοινὸν ἐσχηκέναι νοῦν, τίς ὁ τούτου πατὴρ καὶ τῆς κατὰ τὴν τοῦ νοῦ διανομὴν δικαιοσύνης σκοπήσωμεν. ἂν γὰρ προαναφώνησίν τις εἴπῃ καὶ συνεκφώνησιν αἰτιάσηται, προφητείας εἴδη λέγει. ναὶ μὴν κατ’ ἔμφασιν ἀληθείας ἄλλοι θέλουσιν εἰρῆσθαί τινα τοῖς φιλοσόφοις. ὁ μὲν οὖν θεσπέσιος ἀπόστολος ἐφ’ ἡμῶν γράφει· βλέπομεν γὰρ νῦν ὡς δἰ ἐσόπτρου, κατ’ ἀνάκλασιν ἐπ’ αὐτοῦ ἑαυτοὺς γινώσκοντες κἀκ τοῦ ἐν ἡμῖν θείου τὸ ποιητικὸν αἴτιον ὡς οἷόν τε συνθεωροῦντες· εἶδες γάρ, φησί, τὸν ἀδελφόν σου, εἶδες τὸν θεόν σου. τὸν σωτῆρα οἶμαι θεὸν εἰρῆσθαι ἡμῖν τὰ νῦν· μετὰ δὲ τὴν τῆς σαρκὸς ἀπόθεσιν πρόσωπον πρὸς πρόσωπον, τότε ἤδη ὁριστικῶς καὶ καταληπτικῶς, ὅταν καθαρὰ ἡ καρδία γένηται. καὶ κατ’ ἔμφασιν δὲ καὶ διάφασιν οἱ ἀκριβῶς παρ’ Ἕλλησι φιλοσοφήσαντες διορῶσι τὸν θεόν· τοιαῦται γὰρ αἱ κατ’ ἀδυναμίαν φαντασίαι ἀληθεῖς, ὡς φαντασία καθορᾶται ἐν τοῖς ὕδασιν καὶ ὁρῶμεν τὰ διὰ τῶν διαφανῶν καὶ διαυγῶν σωμάτων.