Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

19.95 καλῶς οὖν ὁ Σολομὼν ὁ σπείρων φησὶ δικαιοσύνην ἐργάζεται πίστιν. εἰσὶ δὲ οἱ τὰ ἴδια σπείροντες οἳ πλείονα ποιοῦσιν. καὶ πάλιν· ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὥριμον, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν. ὁρᾷς ὅπως καὶ τῆς ἔξωθεν σκέπης τε καὶ φυλακῆς φροντιστέον. γνωστῶς δὲ ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου. ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, τῆς ἀκροβυστίας τὰ δικαιώματα τοῦ νόμου φυλασσούσης κατὰ τὸν ἀπόστολον καὶ πρὸ τοῦ νόμου καὶ πρὸ τῆς παρουσίας. οἱονεὶ δὲ σύγκρισιν ποιούμενος ὁ λόγος τῶν ἀπὸ φιλοσοφίας πρὸς τοὺς αἱρετικοὺς καλουμένους, ἐμφανῶς πάνυ κρείσσων φησὶ φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν· ὃς δὲ ἐρείδεται ἐπὶ ψεύδεσιν, οὗτος ποιμαίνει ἀνέμους καὶ διώκει ὄρνεα πτερωτά. οὐκ οἶμαι φιλοσοφίαν λέγειν τὰ νῦν τὸν λόγον. καίτοι ἐν πολλοῖς τὰ εἰκότα ἐπιχειρεῖ καὶ πιθανεύεται φιλοσοφία, ἀλλὰ τὰς αἱρέσεις ἐπιρραπίζει. ἐπιφέρει γοῦν· ἀπέλιπεν γὰρ ὁδοὺς τοῦ ἑαυτοῦ ἀμπελῶνος, τὰς δὲ τροχιὰς τοῦ ἰδίου γεωργίου πεπλάνηται. αὗται δέ εἰσιν αἱ τὴν ἐξ ἀρχῆς ἀπολείπουσαι ἐκκλησίαν. αὐτίκα ὁ εἰς αἵρεσιν ὑποπεσὼν διέρχεται δἰ ἐρημίας ἀνύδρου, τὸν ὄντως ὄντα θεὸν καταλιπών, ἔρημος θεοῦ, ὕδωρ ἄνυδρον ζητῶν, τὴν ἀοίκητον καὶ δίψιον ἐπερχόμενος γῆν, συνάγων χερσὶν ἀκαρπίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi