Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 1

21.103 ἐντεῦθεν ὁ Πλάτων ἐν Τιμαίῳ κατακολουθήσας Ἀκουσιλάῳ γράφει· καί ποτε προαγαγεῖν βουληθεὶς αὐτοὺς περὶ τῶν ἀρχαίων εἰς λόγους τῶν τῇδε τῇ πόλει τὰ ἀρχαιότατα λέγειν ἐπιχειρεῖ, περὶ Φορωνέως τε τοῦ πρώτου λεχθέντος καὶ Νιόβης, καὶ τὰ μετὰ τὸν κατακλυσμόν. κατὰ δὲ Φόρβαντα Ἀκταῖος, ἀφ’ οὗ Ἀκταία ἡ Ἀττική. κατὰ δὲ Τριόπαν Προμηθεὺς καὶ Ἄτλας καὶ Ἐπιμηθεὺς καὶ ὁ διφυὴς Κέκροψ καὶ Ἰώ. κατὰ δὲ Κρότωπον ἡ ἐπὶ Φαέθοντος ἐκπύρωσις καὶ ἡ ἐπὶ Δευκαλίωνος ἐπομβρία. κατὰ δὲ Σθένελον ἥ τε Ἀμφικτυόνος βασιλεία καὶ ἡ εἰς Πελοπόννησον Δαναοῦ παρουσία καὶ ἡ ὑπὸ Δαρδάνου τῆς Δαρδανίας κτίσις, ὃν πρῶτον, φησὶν Ὅμηρος, τέκετο νεφεληγερέτα Ζεύς, ἥ τε τῆς Εὐρώπης εἰς Κρήτην ἐκ Φοινίκης ἀνακομιδή. κατὰ δὲ Λυγκέα τῆς κόρης ἡ ἁρπαγὴ καὶ ἡ τοῦ ἐν Ἐλευσῖνι τεμένους καθίδρυσις Τριπτολέμου τε γεωργία καὶ ἡ Κάδμου εἰς Θήβας παρουσία Μίνωός τε βασιλεία. κατὰ δὲ Προῖτον ὁ Εὐμόλπου πρὸς Ἀθηναίους πόλεμος. κατὰ δὲ Ἀκρίσιον Πέλοπος ἀπὸ Φρυγίας διάβασις καὶ Ἴωνος εἰς Ἀθήνας ἄφιξις καὶ ὁ δεύτερος Κέκροψ αἵ τε Περσέως καὶ Διονύσου πράξεις Ὀρφεύς τε καὶ Μουσαῖος.
21.104 κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγαμέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντος Ἀθήνησι τῷ πρώτῳ ἔτει, θαργηλιῶνος μηνὸς δευτέρᾳ ἐπὶ δέκα, ὥς φησι Διονύσιος ὁ Ἀργεῖος, Ἀγίας δὲ καὶ Δερκύλος ἐν τῇ τρίτῃ μηνὸς πανήμου ὀγδόῃ φθίνοντος, Ἑλλάνικος γὰρ δωδεκάτῃ θαργηλιῶνος μηνός. καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόῃ φθίνοντος, βασιλεύοντος τὸ τελευταῖον ἔτος Μενεσθέως, πληθυούσης σελήνης· νὺξ μὲν ἔην, φησὶν ὁ τὴν μικρὰν Ἰλιάδα πεποιηκώς, μεσάτα, λαμπρὰ δὲ ἐπέτελλε σελάνα· ἕτεροι δὲ σκιροφοριῶνος τῇ αὐτῇ ἡμέρᾳ. Θησεὺς δὲ ὁ Ἡρακλέους ζηλωτὴς ὢν πρεσβύτερός ἐστι τῶν Τρωϊκῶν μιᾷ γενεᾷ. τοῦ γοῦν Τληπολέμου, ὃς ἦν υἱὸς Ἡρακλέους, Ὅμηρος μέμνηται ἐπὶ Ἴλιον στρατεύσαντος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi