Kitap 1
21.118
Μετὰ δὲ τὸν Ἰωὰν διαδέχεται τὴν βασιλείαν Ἀμασίας ὁ υἱὸς αὐτοῦ ἔτη τριάκοντα ἐννέα, τοῦτον Ὀζίας ὁμοίως ὁ υἱὸς αὐτοῦ ἐπὶ ἔτη πεντήκοντα δύο, καὶ λεπρῶν οὗτος ἐτελεύτα· προφητεύουσι δὲ ἐπ’ αὐτοῦ Ἀμῶς καὶ Ἡσαΐας ὁ υἱὸς αὐτοῦ καὶ Ὠσηὲ ὁ τοῦ Βεηρὶ καὶ Ἰωνᾶς ὁ τοῦ Ἀμαθὶ ὁ ἐκ Γὲθ Χοβὲρ ὁ κηρύξας Νινευίταις, ὁ ἐκ τοῦ κήτους προελθών. ἔπειτα βασιλεύει Ἰωναθὰν ὁ υἱὸς Ὀζίου ἔτη ἑκκαίδεκα· ἐπὶ τούτου ἔτι Ἡσαΐας προφητεύει καὶ Ὠσηὲ καὶ Μιχαίας ὁ Μωρασθίτης καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ.
21.119
τοῦτον διαδέχεται ὁ υἱὸς αὐτοῦ Ἄχαζ ἐπὶ ἔτη ἑκκαίδεκα· ἐπὶ τούτου πεντεκαιδεκάτῳ ἔτει ὁ Ἰσραὴλ εἰς Βαβυλῶνα ἀπήχθη Σαλμανασάρ τε ὁ βασιλεὺς τῶν Ἀσσυρίων μετῴκισε τοὺς ἐν Σαμαρείᾳ εἰς Μήδους καὶ Βαβυλῶνα. πάλιν τὸν Ἄχαζ διαδέχεται Ὠσηὲ ἐπὶ ἔτη ὀκτώ, εἶτα Ἐζεκίας ἐπὶ ἔτη εἴκοσι ἐννέα. τούτῳ δἰ ὁσιότητα πρὸς τῷ τέλει τοῦ βίου γενομένῳ διὰ Ἡσαΐου δωρεῖται ὁ θεὸς ἄλλα ἔτη βιῶσαι πεντεκαίδεκα δἰ ἀναποδισμοῦ ἡλίου. μέχρι τούτου διατείνουσι προφητεύοντες Ἡσαΐας καὶ Ὠσηὲ καὶ Μιχαίας. λέγονται δὲ οὗτοι μετὰ τὴν Λυκούργου τοῦ νομοθέτου Λακεδαιμονίων ἡλικίαν γεγονέναι· Διευχίδας γὰρ ἐν τετάρτῳ Μεγαρικῶν περὶ τὸ διακοσιοστὸν ἐνενηκοστὸν ἔτος ὕστερον τῆς Ἰλίου ἁλώσεως τὴν ἀκμὴν Λυκούργου φέρει· Ἡσαΐας δὲ ἀπὸ τῆς Σολομῶντος βασιλείας, ἐφ’ οὗ Μενέλεως εἰς Φοινίκην γενόμενος ἐδείχθη, τριακοσιοστῷ ἔτει προφητεύων ἔτι φαίνεται Μιχαίας τε σὺν αὐτῷ καὶ Ὠσηὲ καὶ Ἰωὴλ ὁ τοῦ Βαθουήλ.