Kitap 1
21.135
Θεόπομπος δὲ καὶ Ἔφορος καὶ Τίμαιος Ὀρθαγόραν τινὰ μάντιν ἀναγράφουσι, καθάπερ ὁ Σάμιος Πυθοκλῆς ἐν τετάρτῳ Ἰταλικῶν Γάιον Ἰούλιον Νέπωτα. ἀλλ’ οἳ μὲν κλέπται πάντες καὶ λῃσταί, ὥς φησιν ἡ γραφή, τὰ πλεῖστα ἐκ παρατηρήσεως καὶ ἐξ εἰκότων προειρηκότες, καθάπερ οἱ φυσιογνωμονοῦντες ἰατροί τε καὶ μάντεις, οἳ δὲ καὶ ὑπὸ δαιμόνων κινηθέντες ἢ ὑδάτων καὶ θυμιαμάτων καὶ ἀέρος ποιοῦ ἐκταραχθέντες· παρὰ Ἑβραίοις δὲ οἱ προφῆται δυνάμει θεοῦ καὶ ἐπιπνοίᾳ, πρὸ μὲν τοῦ νόμου Ἀδὰμ ἐπί τε τῆς γυναικὸς ἐπί τε τῆς ζῴων ὀνομασίας προθεσπίσας καὶ Νῶε μετάνοιαν κηρύξας Ἀβραάμ τε καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἄντικρυς οὐκ ὀλίγα τῶν μελλόντων καὶ ἤδη ἐνεστώτων προφαίνοντες. σὺν δὲ τῷ νόμῳ Μωυσῆς τε καὶ Ἀαρών, μεθ’ οὓς προφητεύουσιν Ἰησοῦς ὁ τοῦ Ναυῆ, Σαμουήλ, Γάδ, Νάθαν, Ἀχίας, Σαμαίας, Ἰού, Ἠλία, Μιχαίας, Ἀβδιού, Ἐλισσαῖος, Ἀβδαδωναΐ, Ἀμώς, Ἡσαΐας, Ὠσηέ, Ἰωνᾶς, Ἰωήλ. Ἱερεμίας, Σοφονίας, Βουζί, Ἰεζεκιήλ, Οὐρίας, Ἀμβακούμ, Ναούμ. Δανιήλ, Μισαήλ, ὁ τοὺς συλλογισμούς, Ἀγγαῖος, Ζαχαρίας καὶ ὁ ἐν τοῖς δώδεκα Ἄγγελος.
21.136
γίνονται δὲ οἱ πάντες προφῆται πέντε καὶ τριάκοντα. γυναικῶν δὲ (καὶ γὰρ καὶ αὗται προεφήτευον) Σάρρα τε καὶ Ῥεβέκκα καὶ Μαριὰμ Δεββώρα τε καὶ Ὀλδά. ἔπειτα περὶ τοὺς αὐτοὺς χρόνους Ἰωάννης προφητεύει μέχρι τοῦ σωτηρίου βαπτίσματος, μετὰ δὲ τὴν γένεσιν τοῦ Χριστοῦ Ἄννα καὶ Συμεών· Ζαχαρίας γὰρ ὁ Ἰωάννου πατὴρ καὶ πρὸ τοῦ παιδὸς προφητεύειν ἐν τοῖς εὐαγγελίοις λέγεται.