Kitap 1
21.144
Οὐδὲν δὲ οἶμαι ἐπὶ τούτοις χεῖρον καὶ τοὺς κρόνους τῶν Ῥωμαϊκῶν βασιλέων παραθέσθαι εἰς ἐπίδειξιν τῆς τοῦ σωτῆρος γενέσεως· Αὔγουστος ἔτη τεσσαράκοντα τρία, Τιβέριος ἔτη κβ΄, Γάιος ἔτη δ΄, Κλαύδιος ἔτη ιδ΄, Νέρων ἔτη ιδ΄, Γάλβας ἔτος ἕν, Οὐεσπεσιανὸς ἔτη ι΄, Τίτος ἔτη γ΄, Δομιτιανὸς ἔτη ιε΄, Νέρβας ἔτος α΄, Τραϊανὸς ἔτη ιθ΄, Ἀδριανὸς ἔτη κα΄, Ἀντωνῖνος ἔτη κγ΄, ὁμοίως πάλιν Ἀντωνῖνος καὶ Κόμοδος ἔτη λβ΄. γίνεται τὰ πάντα ἀπὸ Αὐγούστου ἕως Κομόδου τελευτῆς ἔτη σκβ΄, καὶ τὰ ἀπὸ Ἀδὰμ ἕως Κομόδου τελευτῆς ἔτη εψπδ΄ μῆνες δύο ἡμέραι δώδεκα. τινὲς μέντοι τοὺς χρόνους τῶν Ῥωμαϊκῶν βασιλέων οὕτως ἀναγράφουσι· Γάιος Ἰούλιος Καῖσαρ ἔτη γ΄ μῆνας δ΄ ἡμέρας ς΄, μεθ’ ὅν Αὔγουστος ἐβασίλευσεν ἔτη μς΄ μῆνας δ΄ ἡμέραν μίαν, ἔπειτα Τιβέριος ἔτη κς΄ μῆνας ς΄ ἡμέρας ιθ΄, ὅν διαδέχεται Γάιος Καῖσαρ ἔτη τρία μῆνας ι΄ ἡμέρας ὀκτώ· τοῦτον Κλαύδιος ἔτη ιγ΄ μῆνας η΄ ἡμέρας κη΄, Νέρων ἔτη ιγ΄ μῆνας ὀκτὼ ἡμέρας κη΄, Γάλβας μῆνας ἑπτὰ ἡμέρας ς΄, Ὄθων μῆνας ε΄ ἡμέραν α΄, Οὐιτέλλιος μῆνας ἑπτὰ ἡμέραν α΄, Οὐεσπεσιανὸς ἔτη ια΄ μῆνας ια΄ ἡμέρας κβ΄, Τίτος ἔτη β΄ μῆνας β΄ Δομιτιανὸς ἔτη ιε΄ μῆνας η΄ ἡμέρας ε΄, Νέρβας ἔτος α΄ μῆνας δ΄ ἡμέρας ι΄, Τραϊανὸς ἔτη ιθ΄ μῆνας ζ΄ ἡμέρας ιε΄, Ἀδριανὸς ἔτη κ΄ μῆνας ι΄ ἡμέρας κη΄, Ἀντωνῖνος ἔτη κβ΄ μῆνας τρεῖς ἡμέρας ζ΄, Μάρκος Αὐρήλιος Ἀντωνῖνος ἔτη ιθ΄ ἡμέρας ια΄, Κόμοδος ἔτη ιβ΄ μῆνας θ΄ ἡμέρας ιδ΄. ἀπὸ Ἰουλίου τοίνυν Καίσαρος ἕως Κομόδου τελευτῆς γίνονται ἔτη σλς΄ μῆνες ς΄. συνάγεται δὲ πάντα τὰ ἀπὸ Ῥωμύλου τοῦ κτίσαντος Ῥώμην ἕως Κομόδου τελευτῆς μγ΄ μῆνες ς΄.