Thesauros Edebiyat theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Kitap 2

6.26 συνεργεῖ οὖν καὶ γῆ γόνιμος ὑπάρχουσα πρὸς τὴν τῶν σπερμάτων καταβολήν. οὔτε γὰρ τῆς ἀρίστης παιδεύσεως ὄφελός τι ἄνευ τῆς τοῦ μανθάνοντος παραδοχῆς οὔτε μὴν προφητείας οὔτε, τῆς τῶν ἀκουόντων εὐπειθείας μὴ παρούσης. καὶ γὰρ τὰ κάρφη τὰ ξηρά, ἕτοιμα ὄντα καταδέχεσθαι τὴν δύναμιν τὴν καυστικήν, ῥᾷον ἐξάπτεται, καὶ ἡ λίθος ἡ θρυλουμένη ἕλκει τὸν σίδηρον διὰ συγγένειαν, ὥσπερ καὶ τὸ δάκρυον τὸ σούχειον ἐπισπᾶται τὰ κάρφη καὶ τὸ ἤλεκτρον τὰς ᾀχυρμιὰς ἀνακινεῖ· πείθεται δὲ αὐτοῖς τὰ ἑλκόμενα ἀρρήτῳ ἑλκόμενα πνεύματι οὐχ ὡς αἴτια, ἀλλ’ ὡς συναίτια. διπλοῦ τοίνυν ὄντος τοῦ τῆς κακίας εἴδους, τοῦ μὲν μετὰ ἀπάτης καὶ τοῦ λανθάνειν, τοῦ κὲ μετὰ βίας ἄγοντος καὶ φέροντος, ὁ θεῖος λόγος κέκραγεν πάντας συλλήβδην καλῶν, εἰδὼς μὲν καὶ μάλιστα τοὺς μὴ πεισθησομένους, ὅμως δ’ οὖν, ὅτι ἐφ’ ἡμῖν τὸ πείθεσθαί τε καὶ μή, ὡς μὴ ἔχειν ἄγνοιαν προφασίσασθαί τινας, δικαίαν τὴν κλῆσιν πεποίηται, τὸ κατὰ δύναμιν δὲ ἑκάστου ἀπαιτεῖ. τοῖς μὲν γὰρ ὁμοῦ τῷ θέλειν καὶ τὸ δύνασθαι πάρεστιν, ἐκ συνασκήσεως ηὐξηκόσι τοῦτο καὶ κεκαθαρμένοις· οἵ δέ, εἰ καὶ μήπω δύνανται, τὸ βούλεσθαι ἤδη ἔχουσιν. ἔργον δὲ τὸ μὲν βούλεσθαι ψυχῆς, τὸ πράττειν δὲ οὐκ ἄνευ σώματος. οὐδὲ μὴν τῷ τέλει παραμετρεῖται μόνῳ τὰ πράγματα, ἀλλὰ καὶ τῇ ἑκάστου κρίνεται προαιρέσει, εἰ ῥᾳδίως εἵλετο, εἰ ἐφ’ οἶς ἥμαρτεν μετενόησεν, εἰ σύνεσιν ἔλαβεν ἐφ’ οἷς ἔπταισεν, καὶ μετέγνω, ὅπερ ἐστὶ μετὰ ταῦτα ἔγνω· βραδεῖα γὰρ γνῶσις μετάνοια, γνῶσις δὲ ἡ πρώτη ἀναμαρτησία.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi