Kitap 2
7.33
εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἄπο τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος. ἀστεία μὲν οὖν ἤδη καὶ καλλίστη πέφηνε τοῖς ἐγκαλοῦσιν ἡμῖν ἡ ἐντολὴ ὀνόματος ἐναλλαγῇ νοηθεῖσα. ἡ οὖν εὐλάβεια λογικὴ δείκνυται, τοῦ βλάπτοντος ἔκκλισις οὖσα, ἐξ ἧς ἡ μετάνοια τῶν προημαρτημένων φύεται. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. τὴν σοφίας λέγει ποίησιν, ἥ ἐστι φόβος θεοῦ ὁδοποιῶν εἰς σοφίαν. εἰ δὲ ὁ νόμος φόβου ἐμποιητικός, ἀρχὴ σοφίας γνῶσις νόμου, καὶ οὐκ ἔστιν ἄνευ νόμου σοφός. ἄσοφοι τοίνυν οἱ παραιτούμενοι τὸν νόμον, ᾧ ἕπεται ἀθέους αὐτοὺς λογίζεσθαι. παιδεία δὲ ἀρχὴ σοφίας. σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν, λέγει ἡ γραφή.
7.34
Τινα δὲ τὰ φοβερὰ ὁ νόμος καταγγέλλει, θεασώμεθα. εἰ μὲν τὰ μεταξὺ ἀρετῆς καὶ κακίας, οἷον πενίαν καὶ νόσον καὶ ἀδοξίαν καὶ δυσγένειαν καὶ ὅσα παραπλήσια, ταῦτα μὲν καὶ οἱ κατὰ πόλιν νόμοι προτείνοντες ἐπαινοῦνται, καὶ τοῖς ἐκ Περιπάτου τρία γένη τῶν ἀγαθῶν εἰσηγουμένοις καὶ τὰ τούτων ἐναντία λογιζομένοις εἶναι κακὰ ἁρμόνιος ἥδε ἡ δόξα· ἡμῖν δὲ ὁ δοθεὶς νόμος τὰ τῷ ὄντι κακὰ ἀποφεύγειν προστάττει, μοιχείαν, ἀσέλγειαν, παιδεραστίαν, ἄγνοιαν, ἀδικίαν, νόσον ψυχῆς, θάνατον, οὐ τὸν διαλύοντα ψυχὴν ἀπὸ σώματος, ἀλλὰ τὸν διαλύοντα ψυχὴν ἀπὸ ἀληθείας· δειναὶ γὰρ καὶ φοβεραὶ τῷ ὄντι κακίαι αὗται καὶ αἱ ἀπὸ τούτων ἐνέργειαι· οὐ μὴν ἀδίκως ἐκτείνεσθαι δίκτυα πτερωτοῖς λέγουσιν οἱ χρησμοὶ οἱ θεῖο, αὐτοὶ γὰρ αἱμάτων μετέχοντες θησαυρίζουσιν ἑαυτοῖς κακά· πῶς οὖν ἔτι οὐκ ἀγαθὸς ὁ νόμος πρός τινων αἱρέσεων λέγεται ἐπιβοωμένων τὸν ἀπόστολον λέγοντα διὰ γὰρ νόμου γνῶσις ἁμαρτίας; πρὸς οὕς φαμεν· ὁ νόμος οὐκ ἐποίησεν, ἀλλ’ ἔδειξεν τὴν ἁμαρτίαν· προστάξας γὰρ ἃ ποιητέον ἤλεγξε τὰ μὴ ποιητέα. ἀγαθοῦ δὲ τὸ μὲν σωτήριον ἐκδιδάξαι, τὸ δὲ δηλητήριον ἐπιδεῖξαι, καὶ τῷ μὲν χρῆσθαι συμβουλεῦσαι, τὸ δὲ ἀποφυγεῖν κελεῦσαι.