Kitap 2
7.35
αὐτίκα ὁ ἀπόστολος, ὃν οὐ συνιᾶσι, γνῶσιν εἶπεν ἁμαρτίας διὰ νόμου πεφανερῶσθαι, οὐχὶ ὑπόστασιν εἰληφέναι. πῶς δ’ οὐκ ἀγαθὸς ὁ παιδεύων νόμος, ὁ παιδαγωγὸς εἰς Χριστὸν δοθείς, ἵνα δὴ ἐπιστρέψωμεν διὰ φόβου παιδευτικῶς κατευθυνόμενοι πρὸς τὴν διὰ Χριστοῦ τελείωσιν; οὐ βούλομαι, φησίν, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ. μετάνοιαν δὲ ἐντολὴ ποιεῖ, κωλυτικὴ μὲν τῶν μὴ ποιητέων, ἐπαγγελτικὴ δὲ τῶν εὐεργεσιῶν. θάνατον, οἶμαι, τὴν ἄγνοιαν λέγει· καὶ ὁ ἐγγὺς κυρίου πλήρης μαστίγων· ὁ συνεγγίζων δηλονότι τῇ γνώσει κινδύνων, φόβων, ἀνιῶν, θλίψεων διὰ τὸν πόθον τῆς ἀληθείας ἀπολαύει· υἱὸς γὰρ πεπαιδευμένος σοφὸς ἀπέβη, καὶ διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων, υἱὸς δὲ νοήμων δέξεται ἐντολάς. καὶ Βαρνάβας ὁ ἀπόστολος οὐαὶ οἱ συνετοὶ παρ’ ἑαυτοῖς καὶ ἐνώπιον αὐτῶν ἐπιστήμονες προτάξας ἐπήγαγεν· πνευματικοὶ γενώμεθα, ναὸς τέλειος τῷ θεῷ. ἐφ’ ὅσον ἐστὶν ἐφ’ ἡμῖν, μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν. ὅθεν ἀρχὴ σοφίας φόβος θεοῦ θείως λέλεκται.